Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν.

καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησεν ; καὶ ἤκουσεν κύριος.

καὶ ὁ ἄνθρωπος Μωυσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Μαριὰμ καὶ Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.

καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριάμ, καὶ ἐξήλθοσαν ἀμφότεροι.

καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατε τῶν λόγων μου· ἐὰν γένηται π ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ αὐτῷ.

οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς· ἐν ὅλῳ τ πιστός ἐστιν·

στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;

καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ’ αὐτοῖς, καὶ ἀπῆλθεν.

καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. καὶ ἐπέβλεψεν Ἀαρὼν ἐπὶ Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα.

καὶ εἶπεν Ἀαρὼν [*](31 om καὶ ὀδὸν ἡμέρας ἐντεῦθεν B* (hab BabAF) j δίπηχυν A1 δίπηχυ Λῆ AK 32 τὴν ἐπαύριον] τῆ ἐπ’. Α | ἔσφαξαν] εψυξαν AF 33 ἐκλιπεῖν Α | om αὐτοῦ BabAF | ἐπάταξεν κύριος B?AF Ι ’τον λαὸν 2°] ἐν τὼ λάω 34 εκει] pr ὅτι AF 35 επιθυμιας] pr τῆς Α 35 — XII i om καὶ ἐγένετο.. καὶ ἐλάλησεν B* vid (hab B1?a?) XII 1 Μαρια F* Μαριαμ F1 vid) | ιθιοπ. (bis)] λῖ sup ras Α 2 Εθιοπ. A*vid) Ι ην] ἦς Α 2 λελάληκεν] ἐλάλησεν AF ] ἥμιν] pr ἐν Α 4 κύριος] + παραχρῆμα Bab (superscr) AF | Ααρων καὶ Μαριαμ F | τὴν σκήνην 1°] pr εἰς AF 5 ἐξῆλθον 6 Κυριω] κݲυݲ B*vid | οροματι B* ὅραμ’. Bab) 7 οὕτως] + ὡς 8 Τυρίου] μου Α 9 ἀπῆλθον AF 10 ἀπέστη] ἀπῆλθεν Α | Ἀρῶν A* α superscr A 1 | eTrt] πρὸς AF | ἔπι M. καὶ ιδου] πρὸς M. F* πρὸς M. καὶ ἴδου Μαριαμ F1)

282
[*](Β) πρὸς Μωυσῆν Δέομαι, κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, ἠγνοήσαμεν καθότι ἡμάρτομεν·

γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός· κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.

καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ· αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ; ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.

καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριάμ.