Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν μωυσῆς πρὸς Κύριον Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς εἰμὶ ἐν αὐτοῖς, καὶ σὺ εἲπας κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν·

μὴ πρόβατα καὶ βόες σφαγτήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς ; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς ;

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Mjy χεὶρ Κυρίου οὐκ ἐξαρκέσει ἴ’ ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.

καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου, καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτοὺς κύκλω τῆς σκηνῆς.

καὶ κατέβη κύριος ἐν νεφέλη καὶ ἐλάλησεν πρὸς αὐτόν, καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ’ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους. ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ’ αὐτούς, καὶ πρεσβυτέρους. καὶ οὐκέτι προσέθεντο.

καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῆ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἐλδὰδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, κα οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ.

καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ.

καὶ ιθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ ὁ παρεστηκὼς Μωυσῇ ὁ ἐκλεκτὸς κύριε Μωυσῆ, κώλυσον αὐτούς.

καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σὺ ἐμέ ἴ’ καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὃταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς ;

καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ.

καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς ὁδὸ [*](AF)[*](18 κρέα φαγεῖν] φαγεῖν κρέα F 20 om κρέα BabAF | ἠμὶ ἐξήλθομεν F —22 ἐξ Αιγυπτου . . . αρκεσει αὐτοῖς 2° sup ras Aa 21 πρὸς Τύριον BabAaF | κρέας Aa | om φαγεῖν AaF 22 om αὐτοῖς 3 23 χεὶρ] pr η Aa Ι οὐκ] ου̣χι AaF | εξαρκεσι ἐξαρκέσει Ba?b) sup ras Β1?α?) Ι γνώσει Β* b] γνώση Bab (vid) AF Ι ct] η B 25 ἐλάλησεν] + κݲςݲ Α Ι αὐτοὺς τὸ πνεῦμα AF 26 πνευμα] pr τὸ AF Ι πρὸς] εἰς AF 27 Μωυση] pr τὼ AF 28 ο εκλεκτος] + αυτου AF Ι κύριε] + μου AF 29 efj-e] μοι AF 31 ορτυγομητρα F | τῆς θαλάσσης] om τῆς Α)

281
καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ [*](B) τῆς γῆς.

καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον, καὶ συνήγαγον τὴν ὀρτυγομήτραν· ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους· καὶ ἔσφαξαν ἑαυτοῖς κύκλῳ τῆς παρεμβολῆς.

τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν πρὶν ἢ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν αὐτοῦ· καὶ ἐπάταξεν τὸν λαὸν πληγὴν μεγάλην σφόδρα.

καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας· ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.

ἀπὸ Μνήματα μάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ἁσηρώθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ἁσηρώθ.