Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ἀαρὼν ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Καὶ ἀρῶν τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς, καὶ κατέβη τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου.

καὶ εἰσῆλθεν Μωσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν μαρτυρίου, καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν· καὶ ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ.

καὶ ἐξῆλθεν πῦρ παρὰ καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα· καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον.