Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μώσης Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ἰσραήλ.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρών λάβε σεαυτῷ μοσχάριον ἁπαλὸν ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·

καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρ- [*](28 Μωυσης AF (bis) | om ο ἐστιν F 29 Μωυσης AF | αὐτὸ] τὸ Α | AF ο] Μωυση Α Μωυσης F | Μωση 2°] Μωυση AF 30 B ab AF | τὰς στολὰς 1°] pr ἔπι F | τοὺς υἵους] pr ἔπι F | του Α | Ααρων] pr ’τον F | τὰς στολὰς ο] pr ἔπι F | αὐτοῦ 3°] + Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἵους αὐτοῦ καὶ τὰς στολὰς τῶν αὐτοῦ B ab mg sup F (om B*A) 31 ἐν τὼ κάνω] pr τοὺς BabAF | ταύτα] ἀυτα B ? F 32 κατακαυθήσεται] κατακαύσατε F 33 θυσίας B* | ἥμερα] ἡμέρας Α | τελειώσεως] pr ἥμερα B ab F 34 ἐποίησεν· F | om η F | του] τοῦτο F 35 ἡμέραν καὶ νύκτα] ἡμέρας καὶ νύκτας Α | φυλάξεσθε] φυλάξασθε Α κα φυλάξασθε F | ἐνετείλατο] ἐντέταλται F | om ο θεὸς F 36 Μωυση AF ΙΧ 1 Μωυσης AF 2 om ἄπαλον B ab AF | προσενέγκοι F 3 λάλησον] λαλήσεις F | καὶ μοσχ.] Pr καὶ κριὸν F | εἶ ολοκαρπ. ἐνιαύσιον Α)

204
[*](B) πωσιν, ἄμωμα,

καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Τυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν.

καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσῆλθεν πᾶσα συναγωγή, καὶ ἔστησαν ἔναντι κυρίου.

καὶ εἶπεν Μωσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου.

καὶ εἶπεν τῷ Ἀαρών Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.

καὶ προσῆλθεν Ἀαρὼν πρὸς τὸ θυσιαστήριον, καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας·

καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·

καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωσῇ·

καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς.

καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν καὶ τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·

καὶ τὸ ὁλοκαύτωμα, προσήνεγκαν αὐτὸ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλήν, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον·

καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.

καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον.

καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα, καὶ ἐποίησεν αὐτὸ ὡς καθήκει.

καὶ προσήνεγκεν τὴν θυσίαν, καὶ ἔπλησεν τὰς χεῖρας ἀπ’ αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ.

καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου [*](AF 4 μόσχον] + ἐκ βόων F | πεφυραμενην] ἀναπεποιημένην F* πεφυρ. F1 mg) | ὀφθήσεται Κυριος AF 5 καθὸ] καθὼς Α | συναγωγὴ] pr η F 6 Μωυσης AF | ’δοξα] pr η F 7 ἐξίλασαι 1° (σαι sup ras εξιλασε F)] εξιλαση Α 8 ἁμαρτίας] + τὸ αὐτοῦ F 9 ’τον δάκτυλον αυτου F 10 νεφρους] pr δύο F | του ἥπατος] pr τον επι B a F | Μωυση AF 11 κατέκαυσαν F | om ἀυτὰ F 12 ἔσφαξαν F | om καὶ 3° AF 13 αὐτὸ] ἀυτῶ F | ἀυτὰ] αὐτὸ F | κεφαλὴν] + αὐτοῦ F | F 14 ἔπλυνεν τὴν sup ras Aa 15 προσήνεγκεν AF | αυτο] αὐτὸν F + κα εκαθερισεν sup ras et in mg Aa (om A*) + καὶ ἐκαθάρισεν αὐτὸν F | καθὰ] καθὸ AF)

205
τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ἀαρὼν τὸ αἷμα πρὸς αὐτόν, [*](B) καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ· ¶

καὶ τὸ στέαρ τὸ [*](¶ F) ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τήν ὀσφὺν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καἰ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τόν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος·

καὶ ἐπέθηκεν στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον·