Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι, καὶ ἀνήνεγκεν Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστιν τῷ κυρίῳ, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.

καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.

καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβεν Μώσης ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ἀαρὼν τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.

καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ἀαρών· καὶ ἐπέθηκεν Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν· καὶ π ροσέχεεν Μωσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.

καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν·

καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι Κυρίου λάβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἕν, καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ ἐπέθηκεν τὸν βραχίονα τὸν δεξιόν·

καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι Κυρίου.

καὶ ἔλαβεν [*](AF 16 λοβὸν ἄπο] ’τον λ. ’τον ἄπο B ab ’τον λ. ’τον ἔπι Α (?) F 17 καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν βύρσαν αὐτοῦ Α | om τὴν κόπρον αὐτοῦ B* (hab B ab ms) | κατέκαυσεν] pr καὶ Α κατέκαυσαν F | πυρὶ ἔξω] παρέξω Α 19 Μωσης] ς AF 20 μέλη] + αὐτοῦ F | Μωυσης AF 21 om ο F | τὼ om τὼ F 22 τελειωσεως] pr τῆς Α 23 Μωυσης B ab AF | τῆς pr του F | του ποδος] + αὐτοῦ F 24 ὤτων] + ἀυτῶν F | χείρων] ποδων Α | ποδων] χείρων Α | Μωσης] Μωυσης AF 25 ελαβεν] + Μωυσης F 26 ἔναντι κυρίου] ἐνάντιον του θεοῦ F | om ἄρτον 2° F | om επεθηκεν B ab AF 27 ἀπάντα] πάντα F)

203
Μωσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωσῆς ἐπὶ τὸ [*](Β) θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ κυρίῳ.

καὶ λαβών Μωσῆς τὸ ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως· καὶ ἐγένετο Μωσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο κύριος τῷ Μωσῇ.

καὶ ἔλαβεν Μωσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέρανεν ἐπὶ Ἀαρὼν καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῆ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ, καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται ταῦτα·

καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν

καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν,

καθάπερ ἐποίησεν ἐν τῆ ταύτῃ ᾗ ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν.

καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἡμέρας, ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα κυρίου, ἵνα ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός.

καὶ ἐποίησεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους οὓς συνέταξεν Κύριος τῷ Μωσῇ.