Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι Κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὦν οὐ δεῖ ποιεῖν, καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν·

ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἦς ἥμαρτεν μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ·

καὶ προσάξει τὸν [*](5 Τυρίῳ] pr τὼ mg 6 θυσίαν] θυσία F | σωτηρίου τω κݲωݲ αρσ|εν η AF θῆλυ sup ras et in mg Aa? | προσοίσεις Α* 9 θυσιας] θύρας B | θέω] κυρίω F | αὐτὸ] αὐτοῦ Bab | τὸ στέαρ τῆς κοιλιας] πὰν τὸ ’στ’. τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πὰν τὸ στέαρ τὸ ἔπι τῆς κοιλίας F 11 ὀσμὴν Α | Kupiw] pr τὼ F 12 om αἰγὼν τὸ Β* (hab B ab mgg) | αὐτοῦ] + τὼ κυρίω F 13 αὐτὸ] αὐτὸν Α 14 ανοισει[.] F | κυρίω] pr τὼ F | κατακαλύπτον] καλύπτον Α 14 — 15 καὶ πὰν τὸ στέαρ τὸ |επι της κοιλίας κ αμφοτε sup ras et in mg Aa 15 ἀμφοτέρους τοὺς] τοὺς δύο F | om πὰν Α | του ηπατος] pr ’τον ἔπι F IV 2 τῶν προσταγματων] pr πάντων F | ποιήσει Α 3 λαὸν] pr ’τον BabF | om αὐτοῦ 2ο F)

192
[*](B) παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Τυρίου, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κὴρ τοῦ μόσχου ἔναντι κυρίου, καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου.

καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἴματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου·

καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα, καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον·

καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυ μιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, περιελεῖ ἀπ’ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων,

καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτό,

ὃν τρόπον ἀφαιρεῖτε αὐτὸ ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου· διανοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως.

καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῆ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ,

καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἵξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν οὗ ἐκχεοῦσιν τὴν σποδιάν, καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί· ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται.

Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσουσιν,

καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας, καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεἰρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου, καὶ σφάξουσιν τὸν μόσχον ἔναντι Κυρίου·

καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ [*](AF 4 τὴν θύραν] τὰς θύρας F 5 εισοισει] οἴσει Α | ἔπι] εἰς 6 ἑπτάκις] + τὼ δακτύλω F 7 ἐνάντιον] ἔναντι AF | τῶν τῆς ὁλοκαυτώσεως F 8 πὰν τὸ στέαρ 1ο] τὸ πὰν στέαρ Α 9 ο εστιν ἔπι] τὸ ἔπι Α 10 ἀφαιρεῖτε Ba (αφερ. B*)] ἀφελεῖται Α αφαιρειται F | om αὐτὸ AF | διανοισει] καὶ ἀνοίσει F 13 Ισραηλ] pr τῶν ὑιῶν F j om ἀκουσίως F | πασῶν] πάντων Α | πλημμελήσωσι Β F 14 πέρι ἁμαρτίας F* πέρι τῆς ἁμ. F1 (mg) ) 15 om κα ἔναντι κυρίου B* (hab B ab mg inf AF))

193
μαρτυρίου·

καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος [*](B) τοῦ μόσχου, καὶ ῥανεῖ ἑπτάκις ἔναντι Κυρίου κατενώπιον τοῦ κατα- πετάσματος τοῦ ἁγίου·

καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως, ὅ ἐστιν ἐνώπιον Κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ’ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον·

καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας, οὕτως ποιηθήσεται · καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία.