Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς αὐτοῖς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς αὐτοῦ τῷ κυρίῳ,

ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ·

τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα.

ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ του ἄρσενος εἴκοσι

ἀπὸ δὲ μηνιαιου ἕως πενταέτους ἔσται η τιμη του ἄρσενος πέντε ἀργυρίου, τῆς δὲ θηλείας τρία δίδραχμα.

ἐὰν δὲ ἀπὸ ἑξηκονταετὼν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν ᾖ, ἔσται ἡ τιμὴ πέντε καὶ δέκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ θήλεια, δέκα δίδραχμα.

ἐὰν δὲ ταπεινὸς ᾖ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς. καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.

᾿Εὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ κυρίῳ, ἔσται ἅγιον.

οὐκ ἀλλάξει αὐτὸ πονηρῷ οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.

ἐὰν δὲ πᾶν κτῆνος , ἀφ’ ὧν οὐ προσφέρεται ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως·

καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς [*](44 ὑπεριδὸν AF | ὅτι ἐγὼ] ἐγὼ γὰρ F 45 τῆς προτέρας] om τῆς F | εναντιον F 46 om μου 1° F | om μου 2° B a F | Σίνα B b AF XXVII πρὸς αὐτοὺς F | ὃς ἀν’] pr ἄνθρωπος F 3 ἑξηκονταέτους] ἐξηκοστοῦ ἔτους Α 5 εἴκοσι ετων] εἰκοστοῦ ἔτους Α εκοσαετων (sic) F | εσται] ἔστω Α | om τέσσερα B ab AF 6 τρία διδρ.] + ἀργυρίου F 7 η τίμη] + αὐτοῦ F | om διδραχμα 1° F* (hab δίδραγμα F1 mg) | ἔαν ’δε θήλεια] τῆς ’δε θηλιας 8 τιμη] pr τῆ B ab AF | ο ἱερεὺς °] om ο B b | ισχυει] ἰσχύι AF | του ευξαμενου] αὐτοῦ εὖξ’. Α | τιμήσεται 2°] pr οὕτως F 9 δῶ F] δὴ 10 πόνηρον κάλω] πονηρὼ κάλον F | αλλαξης F* αλλαξη F1) | ἅγια] AF 11 προσφέρετε Α | ἐνάντιον Α 12 τιμησεται] τιμήσει Α)

249
ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ· καὶ καθότι ἂν τιμηθήσεται [*](B) ὁ ἱερεύς, οὕτως στήσεται.

ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτόν, προσθήσει τὸ ἑ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ.

Καὶ ἄνθρωπος ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ κυρίῳ, καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς· ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς, οὕτως σταθήσεται. τᾶι.

ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσθήσει ἐπ’ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ.

Ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ κυρίῳ, καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου.

ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται.

ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ.

ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἀγοράσας αὐτόν, προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ.

ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρόν, καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν.