Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγὼ ἐπορεύθην μετ’ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν.

καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακώβ, καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραὰμ μνησθήσομαι· καὶ τῆς γῆς μνησθήσομαι.

καὶ ἡ γῆ ἐνκαταλειφθήσεται ὑπ’ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι’ αὐτούς, καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας ἀνθ’ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν [*](30 προσοχθιει] προσοχθίσῃ F 34 om κα 1° F | om η γῆ 3 36 δουλίαν] διλιαν AF | οὐδενὸς F 37 ’τον ἀδελφὸν] + αὐτοῦ F | οὐδενὸς F | δυνήσεται B* δυνήσεσθαι B ab A δυνήσεσθε F) 39 ὑμῶν 2°] ἀυτῶν F + δία τὰς ἁμαρτίας τῶν πατέρων ἀυτῶν F 40 μου] ἐμοῦ Α 41 ἐπορεύθην] πορεύσομαι F 43 η γῆ ενκαταλειφθ. εγκ. B b F)] εγκαταλειφθ. η γῆ Α | ὐπ’ ἀπ’ ἀυτῶν B ab F | ἀύτης] ἀυτὴν Α | δι’ αὐτοῦ A* δι’ αὐτοὺς A1) | προσαι F | ἀυτῶν 2°] ἑαυτῶν F | ὑπεριδὸν)

248
[*](B) μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν.

καὶ οὐδ’ ὣς ὄντων αὐτῶν ἐν τῆ γῆ τῶν ἐχθρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτούς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτούς, τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν.

καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς ἐξ οἴκου δουλίας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν θεός· ἐγὼ εἰμι Κύριος.

Ταῦτα τὰ κρίματά μου καὶ τὰ προστάγματό μου, καὶ ὁ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ὄρει Σεινὰ ἐν χειρὶ Μωυσῆ.