Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐὰν μετὰ ταῦτα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὒ

καὶ ἀποστέλλω ἐφ’ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κ ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν.

καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευἀλλὰ πορεύησθε πρὸς μὲ πλάγιοι,

πόρε πορεύσομαι κἀγὼ μεθ’ ὑμῶν ᾦ πλαγίῳ, καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν

καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν.

ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ· καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε.

᾿Εὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρὸς μὲ πλάγιοι,

καὶ αὐτὸς πορεύσομαι μεθ’ ὑμῶν ἐν θυμῷ πλαγίῳ, καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν·

καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν, [*](AF 15 τοῖς κρίμασιν] om τοῖς F | διασκεδασαι] + ὑμὰς F 16 om τε F ἴκτερον AF | om καὶ 4° B ab F (hab B*A) 17 εχθρων] + ὑμῶν B ab AF | φεύξεσθαι οὐδενὸς διώκοντος ὑμὰς A a? (mg) | οὐδενὸς F 18 μὴ υπακου sup ras A a? | του παιδεύσαι] om του AF | επτακις] pr πληγαῖς F 19 σιδηπουν] pr ως F 21 πορεύεσθε Α | θμιν] ἐφ’ ὑμὰς F 22 αποστελω AF | τᾶι ὑμὰς καὶ εξαναλωσει . . . ερημωθη|σονται rescr A b? | ποιήσω] ποίησε A b? F | ἐρημωθήσονται] ἔρημοι ἔσονται F 23 πορευησθε] πορεύσησθε Α πορεύεσθε F 24 πορευσωμαι F | κἄγω 2°] κα ἐγὼ F 25 τῶν ἔχθρ’. ὅν F 26 ἐν rw] εἰς τὸ Α | σιτοδεία] σῖτον δία B σιτοδια A* σιτοδιαν A1F 27 καὶ] ἄλλα F | πορεύσησθε Α | om πρὸς με Α)

247
καὶ τὰς σάρκας τῶν θυγατέρων ὑμῶν φάγεσθε·

καὶ ἐρημώσω τὰς [*](B) στήλας ὑμῶν, καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ ἡ ψυχή μου ὑμῖν·

καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἑ τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν·

καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπ’ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ·

καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα· καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.

τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν· τότε σαββατιεῖ ἡ γῆ, καὶ εὐδοκήσει ἡ γῆ τὰ σάββατα αὐτῆς.

πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν.

καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος·

καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος, καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν.

καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν, καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν·

καὶ οἱ καταλειφθέντες ἀφ’ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν· ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται.

καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,