Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη.

καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον, καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου· ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.

Καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·

καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς.

ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδώσεται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ.

ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων, καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ·

καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ, [*](AF 13 ἐν τὼ ἔτει] ἔστω ἔπι Α ἐν ’δε τὼ ἔτει F | ἀύτης] ἀυτὴ Α | επανελευσεται] + ἕκαστος B ab AF | κτῆσιν] ενκτησιν B a ἔγκτησιν B b F 15 om ετων . . . κάτα ἀριθμὸν 2° Α 16 πληθύνει F | ενκτησιν] ἔγκτησιν B b F (sic) Α | om καὶ AF* (hab BF1) | om ἀν’ ° F | om ἔλαττον τῶν ἐτῶν Α | ελαττονωσει F | κτῆσιν] ενκτησιν B a εγκτ. B b F | αὐτοῦ οὕτως] αὐτὸς F 17 θλιψετω Α | om κύριος F 18 φυλαξασθε] φυλάξετε F | ποιήσετε 2°] ποιήσατε Α | ἀυτὰ] ἀυτὰς Α | κατοικήσετε] κατοικήσητε Α + ἔπι τῆς γῆς B ab F 20 om ’δε Α 21 ἀποστελῶ AF 22 τὸ γενημα] τὰ γενήματα F 23 η γῆ 1°] om η A* (hab A1) | βεβαίωσιν] σί’ sup ras Aa | ἐμὴ B ab AF] B* | μου] ἐμοῦ F 25 ἀποδώσεται B ab A] ἀποδώσετε B* ἀποδῶτε F | εγγιζων εγγιστα αὐτοῦ] ο εγγιζων ἀυτῶ B ab F | λυτρωσετε F (item 48) 26 μὴ η τινι] τινι μὴ η F | εὐπορήθη] εὑρέθη Α 27 συλλογιειτε Α | ἔτη] ἔπι Α)

243
καὶ ἀποδώσει ὅπερ ὦι τῷ ἀνθρώπῳ ᾧ ἀπέδοτο ἑαυτὸν αὐτῷ, καὶ [*](B) ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.

ἐὰν δὲ μὴ εὑρεθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτά, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἴως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως, καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάπαυσιν αὐτοῦ.

᾿Εὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς· ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς.

ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῆ ἀφέσει.

αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἐστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται.

καὶ αἱ πόλεις τῶν Λευειτῶν, οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως, λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευείταις·

καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευειτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευειτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ.

καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο ἀυτῶν ἐστιν.

Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήσει ταῖς παρὰ σοῦ, ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ὁ ἀδελφός σου μετὰ σοῦ.

οὐ λήμψῃ παρ’ αὐτοῦ τόκον οὐ πλήθει, καὶ φοβηθήσῃ τὸν θεόν σου· ἐγὼ κύριος· καὶ ἀδελφός σου μετὰ σοῦ.

τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ τόκῳ, καὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.

ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὒ τὴν γῆν Χανάαν ὥστε εἶναι ὑμῶν θεός.

ἐὰν δὲ ταπεινωθῇ ὁ [*](27 ὅπερ ἔχει] ο ὑπερέχει B ab | ἑαυτὸν αυτω] αὐτὸν ἑαυτὼ Α αὐτὸν ἀυτῶ F AF :28 εὑρέθη] εὐπορήθη B ab F | η χεὶρ αὐτοῦ] αὐτοῦ η ’χει (sic) F | ἀυτὰ 1°] B ab F | om ἐκτοῦ F | τη αφεσει] τὴν ἄφεσιν Α pr ἐν F | ἀπελεύσεται] επανελευσεται F | κατάπαυσιν] κατάσχεσιν B ab F 30 λυτρώθη] λ sup ras A a | α sup ras A a | πόλει] pr τῆ F 31 αἷς] αἰ Α | ἐν ἀυταῖς] om ἐν Α | λογισθήσονται B2F | ἔσονται] + ἀυτᾶι F 32 om αἰ F | B b AF1 (mg) (om F*) (item 33 et infra) | κατασχέσεως ἀυτῶν F | Λευίταις B b AF 33 κατασχεσις] κατασχέσεις Α pr η F1 34 ἀφωρισμένοι] pr οἱ F | προθήσονται F* πραθ. F1 mg) 35 ο ἀδελφὸς σου 1°] + ο μέτα F | αδυνατηση B a?b? A | πάρα σου] πάρα σοι F 36 τοκον] τὸ κακὸν Α | ’τον θέον σου] om σου Α pr κύριον F 37 πλεονασμον] ἔπι πλεο- B ab F 38 δοῦναι] δύναι F pr του F1 (mg))

244
[*](B) ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι οἰκέτου·

ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί.