Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σεινὰ λέγων

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα τῷ κυρίῳ.

ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς·

ἠῶ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς,

καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῆ γῇ.

καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῆ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ·

καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῆ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν.

καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσεράκοντα ἔτη.

καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, τῇ δεκάτη τοῦ μηνός· τῆ ἡμέρᾳ τοῦ ἱλασμοῦ, διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῆ ὑμῶν.

καὶ ἁγιάσατε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτόν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε.

ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς· [*](20 τὼ ανθρ.] om τὼ F | δοθησεται] δώσετε F 22 τὼ ενχωριω εγχ. AF B b AF)] om τὼ Α | om εἰμι F 23 Μωυσης AF | ἐν λίθοις] om ἐν B ac F (hab B* b A) + πάσα η συναγωγὴ F | καθα] καθάπερ B ab XXV 1 Σίνα B b AF 2 ἔαν] ὅταν F 5 ἀναβαίνοντα pr τὰ Α | σου 2°] μου Α 6 παροικῶ] + σου F 7 τοῖς ἐν τῆ γῆ] τῆς γῆς F | αὐτοῦ] σου Α 8 ἔσονται σοι] + ἥμεραι F a mg 9 om ἐν ° AF | τῆ δέκ’. του μηνὸς] του μηνὸς A + τῆ δέκ’. A a?mg | ἐξιλασμοῦ F 10 ἁγιάσετε B ab F | τὸ πέντ’. ] ’τον πέντ’. F | πάσι F | ἔσται] ἐστιν F | om εις 1° F | ἕκαστος °] pr κατ’ Α | πατρίδα] 11 σημασία B ab AF] σημασίας B* | τὸ ετος] pr ἔσται ὕμιν F | οὐδὲ] | ἀμήσητε Α | τρυγησεται Α)

242
[*](B)

ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἱστᾶι ὑμῖν· ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.

ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται εἰς τὴν κτῆσιν αὐτοῦ.

ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου, ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον·

κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι.

καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθύνῃ τὴν ἔνκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ· ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι.

μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον, καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

Καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου, καὶ φυλάξασθε καὶ ποιήσετε αὐτά, καὶ κατοικήσετε πεποιθότες·

καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονήν, καὶ κατοικήσετε πεποιθότες ἐπ’ αὐτῆς.

ἐὰν δὲ λέγητε Τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν ;