Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὃς πατάξῃ [*](B) ἄνθρωπον, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·

δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐνχωρίῳ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

καὶ ἐλάλησεν Μωσῆς τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις. καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθὰ συνέταξεν Κύριος τῷ Μβυσῇ.