Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.

ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας, πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς·

ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατοίκισα τοὺς υἱοὺς Ἰσραὴν ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου. ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν.

καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς Τυρίου τοῖς υἱοῖς Ἰσραήλ.