Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ κυρίῳ, διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ταῖς , ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.

τυφλὸν ἢ συντετριμμένον γλωσσότμητον ἢ μυρμηκιῶντα ἢ ψωραγριῶντα ἢ λιχῆνας ἔχοντα, οὐ [*](9 αὐτὸ] ἀυτὰ B ab AF | om ἔαν ’δε βεβηλώσουσιν αἴσα F | βεβήλωσιν Α AF 10 ἅγια 1°] pr τὰ F 11 om ἐκ F | ἄρτων 1°] ἔργων Α | οἰκογενεῖς] a AF | ἄρτων 2°] ἀγίων F 12 του ἁγίου] τῶν ἀγίων AF 13 r ἀνθρώπου Α | ἢν] η F | πατρκον] + ἀύτης F 14 κατ’ ἄγνοιαν F | επιεμπτον] π rescr Α1 | om καὶ 3° Α 15 τὰ ἅγια] om τὰ F | ροσφερουσιν Α 18 Ισραηλ] pr ὑιῶν F | om ἄπο F* (hab F1 mg) | τῶν ὢν 2°] pr ἄπο Α om F | ὃς ἀν’] ὅσα B ab 19 ὕμιν] ὑμῶν F Ι οσενἁμωμα F (om μωμᾷ F1) 20 διοτι] ὅτι Α | ἔσται ὕμιν] ὕμιν ἐστιν Α 21 ἄνθρωπος] + ἄνθρωπος F | κάτα αἵρεσιν B*A1] η κάτα αἵρεσιν B? κατ’ αἵρεσιν * η κάτα διαίρεσιν F | om η 1° AF | ἐκ τε τῶν βουκ. F | ἐν ἀυτῶ] ἐπ’ 22 — 23 τυφλον . . . προσδεχθησεται sup ras A a? 22 om η * (hab B ab AF))

236
[*](B) προσάξουσιν ταῦτα τῷ κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ’ αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ κυρίῳ.

καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ προσδεχθήσεται.

θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.

καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθαρτά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς· οὐ δεχθήσεται ὑμῖν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ.

καὶ μόσχον ἢ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς, οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.

ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰσδεκτὸν ὑμῖν θύσετε αὐτό.

αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ εἰς τὸ πρωί· ἐγώ εἰμι Κύριος.

Καὶ φυλάξετε τὰς μου καὶ ποιήσετε αὐτάς.

καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς,

ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός· ἐγὼ κύριος.