Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσάξει τῆς πλημμελίας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελίας·

καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελίας ἔναντι Κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἢν ἥμαρτεν.

Ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον, καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος, οὐ βρωθήσεται.

καὶ τῶ ἔτει τῶ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ,

ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

Μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων, καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε.

οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν, οὐδὲ φθερεῖτε τὴν [*](13 μισθωτου] μισθίου Α 14 προσθήσεις] προθήσεις Α | εγω] γαρ F AF 15 οὐδὲ] οὐ Α | θαυμάσῃς F 16 επιστηση] επισυστηση F | ἐφ’ αιμα] ἐφ’ αἵματι AF 18 μηνιοις A* (impr ο A?) | Κυριος] + ο θεὸς ὑμῶν F 19 φυλάξασθε AF* φυλάξεσθε F1 mg) | ὑφασμένων F* ο superset F1vid) 20 λελύτρωται] λυτρώσεται F* λελυτρ. F1) | απελευθερωθη F 22 om και 1° B* vid | σεται πέρι αὐτοῦ ο ἱερεὺς ἐν τὼ κρείω τῆς πλημμελιας B1?a? | ἁμαρτίας] + αὐτοῦ F 23 ο θεὸς] + ὑμῶν BabAF | καταφυτεύσητε AF | om ο καρπὸς αὐτοῦ Α | ἀπερικάθαρτον Α 24 αἴνετος] ἄνετος F* αιν. F1) 25 καρπον] + αὐτοῦ F 26 οιωνισθε Α οιωνεισθε F | ορνι- Α 27 σισοιν F)

230
[*](B) ὄψιν τοῦ πώγωνος ὑμῶν.

καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

οὐ βεβηλώσεις τὴν θυγαατέρα σου ἐκπορνεῦσαι αὐτήν· καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ, καὶ ἡ γῆ πλησθήσεται ἀνομίας.

τὰ σάββατά μου φυλάξεσθε, καὶ ἀπὸ τῶν ἁγίων μου θοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς·

οὐκ ἐπακολουθήσετε ἐνγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολλησήσεσθε ἐκμιανῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι Κύριος ὁ θεὸς ὑμῶν.

ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου· καὶ φοβηθήσῃ τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

ἐὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν·

ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν· ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.

οὐ ποιήσετε ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς·

ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.

καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν.