Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ καὶ ἐξαγορεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν ’l πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν, καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον·

καὶ λήμψεται ὁ χίμαρος ἐφ’ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.

καὶ εἰσελεύσεται Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἄγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ.

καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύαὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτοῦ [*](15 πέρι 2°] πάρα F Ι εἰσοίσει] οἴσουσιν Α Ι om ἄπο Bab F 16 αυτων 2°] αὐτοῦ Α Ι οὕτως AF | τῆ σκήνη Bab A] τὴν σκήνην B*F 17 ὡς Α | αὐτοῦ 2°, 3°] ἑαυτοῦ F | συναγωγῆς] pr τῆς F | om ὑιῶν F 18 ἐπ’ αὐτοῦ BFlmg] ἀπ’ αὐτοῦ Α πέρι αὐτοῦ F* 19 ἐπ’ αὐτοῦ] ἐπ’ αὐτὸ Bab F Ι δακτύλω] + αὐτοῦ F f τῶν ὑιῶν] om τῶν Α 20 προσαξει] + Ααρων· Α 21 ἐπιθήσει 1°] προσάξει Α | χεῖρας] pr δύο F | om ἑτοίμου B* Bab(vid)mg) Ι ἑτοίμου εἰς τὴν ἔρημον sup ras Aa 22 ἀδικίας] ἀνομίας F 23 ἐνδεδύκει] ενεδυκει Α ενδεδοικει F 24 om αὐτοῦ 1° F* ενδυσεται] ἐκδύσεται Α | ὁλοκάρπωμα 1°] ὁλοκαύτωμα)

224
[*](Β) καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ, καὶ ἐξιλάσεται περὶ αὑτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ ὡς περὶ τῶν ἱερέων.

καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον.

καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.

καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτά ἵξω τῆς παρεμβολῆς, καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν·

ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.

Καὶ ἕαται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ταπεινώσατε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε, ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν.

ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου· καὶ καθαρισθήσεσθε.

σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον.

ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἃν τελειώσουσιν τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν·

καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται.

καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξεν κύριος τῶ Μωυσῇ.