Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων καὶ Ἀαρών

Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς αὐτοῖς Ἀνδρὶ ἀνδρὶ ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν.

καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως ἀκαθαρσία αὐτοῦ ἐστίν.

πᾶσα κοίτη ἐφ’ ἧ ἐὰν κοιμηθῇ ἐπ’ αὐτῆς ὁ γονορρυὴς ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος ἐφ’ ὃ ἐὰν καθίσῃ ἐπ’ αὐτὸ ὁ γονορρυὴς ἀκάθαρτον ἔσται.

καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους ἐφ’ ὃ ἐὰν καθίση ὁ γονορρυὴς πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ ὁ ἁπτόμενος χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται [*](51 ’τον ὕσσωπον] τὴν υσσ. BabF Ι αὐτὸ] ἀυτὰ F | περιρρανεῖ Bab 52 του AF καὶ ἐν τὼ ὕδατι] om του BabAF | τὼ υσσωπω] τῆ υσσ. BabF 53 πόλεως] pr τῆς BabF 56 του αὐγὰ sup ras Aa (om του A*vid) XV 1 καὶ Ααρων λεγων AF 2 αὐτοῖς] πρὸς αὐτοὺς F Ι om η ῥύσις αὐτοῦ Α Ι εστιν] ἔσται Α 3 σώματος 1°] pr του F | δία τῆς ῥύσεως 1°] + ἦς συνέστηκεν αὐτοῦ F | η 2°] ἦς F 4 ἐφ’ η ἔαν] ἐφ’ ἢν ἔαν Bab ἐφ’ η ἀν’ Α ἐφ’ ἢν ἀν’ F ἐπ’ αυτης] ἐπ’ ἀυτὴ Α Ι ἔαν °] ἀν’ AF Ι ἐπ’ αὐτὸ ο γονορρύης] ο γονορυης ἐπ’ αὐτοῦ F 5 ἀν’] ἔαν F Ι λουσεται] + τὸ σῶμα αὐτοῦ F 6 ἔαν] ἀν’ AF I καθίση] + ἐπ’ αὐτὸ F | γονορυης F (ita ubique) 7 χρωτος] Pr του BabF Ι ἱμάτια] + αὐτοῦ Y 8 προσσιελίσῃ προσσιαλ. F)] προσεγγίσῃ Α Ι αὐτοῦ F Ι λουσεται] + τὸ σῶμα αὐτοῦ F)

220
[*](B) ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

καὶ πᾶν ἐπίσαγμα ὄνου ἐφ’ ὃ ἄν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἱστᾶι ἕως ἑσπέρας·

καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ἦ ὑποκάτω αὐτοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ κα λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια κα λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

καὶ σκεῦος ὀστράκινον οὗ ἂν ἅψηται ὁ γονορρυὴς συντριβήσεται· κα σκεῦος ξύλινον νιφήσεται ὕδατι, καὶ καθαρὸν ἱστᾶι.

ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμόν, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται.

καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν κα οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ.

καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας κα μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.

Καὶ ἄνθρωπος ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ακαθαρτος ἔσται ἕως ἑσπέρας·

καὶ πᾶν ἱμάτιον κα πᾶν δέρμα ἐφ’ ὅ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι κα ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.

καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως

Καὶ γυνὴ ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἑ τῷ αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόαὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,

καὶ πᾶν ἐφ’ ὁ ἂν κοιἐπ’ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς ἀκάθαρτον ἔσται, καὶ πᾶν ὃ ἂν ἐπικαθίσῃ ἐπ’ αὐτὸ ἀκάθαρτον ἔσται.