Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀποξύσουσιν τὴν οἰκίαν ἔσωθεν κύκλῳ, καὶ ἐκχεοῦσιν τὸν χοῦν κω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον.

καὶ λήμψονται λίθους ἀπεξυσμένους στερεοὺς καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων, καὶ χοῦν ἕτερον λήμψονται καὶ ἐξαλείψουσιν τὴν οἰκίαν.

ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίθους καὶ μετὰ τὸ ἀποξυσθῆναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθῆναι,

καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται· εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστιν.

καὶ καθελοῦσιν τὴν οἰκίαν, καὶ τὰ ξύλα αὐτῆς καὶ τοὺς λίθους αὐτῆς καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον·

καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστὶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,

καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ, καὶ ἰδοὺ οὐ διαχύσει οὐ διαχεῖται ἴται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή.

καὶ λήμψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·

καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἕλ’ εἰς σκεῦος [*](AF 34 om τῆς ° F 35 αναγγελει] αναγγειλη Α Ι ἑόραται F 36 37 ἐν τοῖς τοιχοις] Pr καὶ ἴδου η ἁφὴ F Ι χλωριζουσας] + η πυρριζούσας F) Ba mg F 39 om οὐ F 40 ἐστιν] pr ἐν ὄις ’ 41 ’τον ’χουν ἀποξυόμενον F Ι καθαρτον Α* ακαθ. A1) 42 στερεοὺς] ἑτέρους F 43 pr η BabF I ἐξελεῖν] ἐξελθεῖν F 45 χουν] + τῆς οικιας F 46 εἰς την οἰκίαν] ἐν τῆ οἰκία F 47 ἐσθίων F 48 | κα καθαρίει] καὶ καθ’ sup ras Β)

219
ὀστράκινον ἐφ’ ὕδατι ζῶντι,

καὶ λήμψεται τὸ ξύλον τὸ κέδρινον [*](B) καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ’ ὕδατι ζῶντι, καὶ περιρανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις.

καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου τοῦ καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ μαὶ ἐν τῷ ὑσσώπῳ καὶ ἐν τῶ κεκλωσμένῳ κοκκίνῳ·

καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω πόλεως εἰς τὸ πεδίον, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται.

Οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας καὶ θραύσματος,

καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας,

οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος,

καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται· οὗτος ὁ νόμος τῆς λέπρας.