Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Λάλησον τοῖς υἱοῖς ὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς ἀκάθαρτος ἔσται·

καὶ τῆ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·

καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθίσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς· παντὸς ἀγγίου οὐχ ἅψεται, καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.

ἐὰν δὲ θῆλυ τέκῃ, καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον· καὶ ἑξήκοντα ἡμέρας καὶ ἕξ καθεσθήσεται ἐν αἴματι ἀκαθάρτῳ αὐτῆς.

καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα·

καὶ προσοίσει ἔναντι κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ [*](AF 42 ἔπι τέσσερα B*A] ἔπι τεσσέρων Ba ἔπι τεσσάρων BbF) | ἀυτὰ F 43 πᾶσιν Α Ι αὐτοῖς] τούτοις F 44 ἄγιος εἰμι ἐγὼ] ἐγὼ ἄγιος F Ι πάσι F 45 εἰμι ἐγὼ K.] ἠῶ F 47 καὶ 2°] + συμβιβάζειν τοὐ υἵους Ισραηλ XII 2 γυνη] pr λέγων F | ἔπτα] pr ἕως F 4 ἡμέρας καὶ τρεῖς] ἡμέρας καὶ δέκα Α καὶ τρεῖς ἡμέρας F | καθισεται] καθεσθήσεται BabF καθήσεται Α Ι αἵματι] ἱματίω Α | αγγιου B* αγγειου Bab) A] ἁγίου F | ἕως ἀν’] ewy οὐ Α Ι αἰ ἥμεραι] om αἰ F | καθαρισεως BabF 5 τέκη θῆλυ F | ἄφεδρον] + ἀύτης F ἐξ] μίαν Α Ι καθεσθησεται] καθήσεται AF 6 καθαρίσεως BabF ι F Ι τρυγονα] δύο τρυγόνας Α 7 προσοίσεις Fvid προσοίσει.) F)

211
νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.

ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς [*](B) τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νοσσοὺς περι- , μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας· καὶ ἑ ὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.