Leviticus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ’ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ’ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον ὃ οὐ προσέταξεν Κύριος αὐτοῖς.

καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου.

καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρων Τοῦτό ἐστιν ὃ εἶπεν κύριος λέγων Ἐν τοῖς ἐγγίζουσίν μοι ἁ σομαι, καὶ ἐν πάσῃ συναγωγῇ δοξασθήσομαι· καὶ κατενύχ

καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαὶ καὶ τὸν Ἐλισαφάν, υἱοὺς υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρών, καὶ εἶπεν αὐτοῖς Ηροσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.

καὶ προσῆλθον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω παρεμβολῆς, ὃν τρόπον εἶπεν Μωυσῆς.

καὶ εἶπεν Μώσης πρὸς Ἀαρὼν καὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελιμμένους Τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ , ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ἰσραὴλ κλαύσονται τὸν ἐνπυρικαι [*](22 τὰ του σωτ.] om καὶ τὰ Α 23 Μωυσης Α | ηὐλόγησαν Α Α X 1 om δύο Α | ἐπέθηκαν] ἔθηκαν Α | ἐπ’ αὐτὸ 2°] ἐπ’ ἀυτὰ Α | θυιααμα] B ab A 3 συναγωγὴ] pr τῆ B ab A 4 Αζιηλ] Ονηλ Α | post παρεμβολῆς ras 7 vel 8 litt B ? 5 om B* (hab Babinsinf) | προσῆλθεν Α 5—6 om Μωυσης· καὶ εἶπεν Α* (hab Α1? a?(mg) ) 6 καὶ 1° B?mg | Μωυσης Α | πρὸς Ααρων sup ras Ba τὼ Ααρων Α | ὑμῶν οὐκ ras A a | ο οἶκος] om ο Α)

206
[*](B) σμὸν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου.

καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐφ’ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωσῆ.

Καὶ ἐλάλησεν Κὐριος τῷ Ἀαρὼν λέγων

Οἶνον καὶ οὐ πίεσθε, σὺ καἰ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἀν’ εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν·

διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.

καὶ συμβιβάσεις τοὺς υἱοὺς Ἰσραὴλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωσῆ.

Καὶ εἶπεν Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας Λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστίν.

καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον αἰώνιον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.

καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ [*](§F) § ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ.

τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου· καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωσῆς, καὶ ὅδε ἐνπεπύριστο· καὶ ἐθυμώθη Μωσῆς ἐπὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελιμμένους λέγων

Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου.

οὐ γὰρ [*](AF 7 Μωυση Α 11 πάντα] ἀπάντα B ab | Μωυση Α 12 τὸ θῦ’ του θυσιαστηρίου Α 13 ἄγεσθε Β* (φ superset B ab) | om αἰώνιον 14 τος· φάγεσθε F | του σωτηρίου] τῶν σωτηρίων F | om τῶν ὑιῶν Ιηλ Α* (hab sup ras A a) 15 ἀφόρισαι] σαι sup ras Bab ἀφοριεῖς 16 Μωσης 1°] Μωυσης F [ ενπεπυριστο B* vid (εμπ. AF)] sup ras) B a | Μωσης 2°] Μωυσης AF | τοὺς υἵους Ααρων] pr τοὺς ιερεις 17 τοῦτο] + ’δε F | ἀφέλητε B b vid (αφεληται Β*))

207
εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε [*](B) αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος.

καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγιόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ;

καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.