Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

VII καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης·

σὺ δὲ λαλήσεις πάντα ὄσα σοι ἐντέλλομαι, ὁ δὲ Ἀαρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραὼ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ·

καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ. τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ·

καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον· καὶ ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ μέσου αὐτῶν.

ἐποίησεν δὲ Μωυσῆς καὶ Ἀαρὼν καθάπερ ἐνετείλατο αὐτοῖς κύριος, οὕτως ἐποίησαν.

Μωυσῆς δὲ ἦν ἐτῶν Ααρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν, ἡνίκα ἐλάλησεν πρὸς Φαραώ.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων Δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς Ἀαρὼν τῷ ἀδελφῷ σου Λάβε τὴν ῥάβδον καὶ ῥῖψον ἐπὶ τὴν [*](24 Ασηρ Α | ΑβιασαΦ F 25 πατρίων F Ι Λευιτῶν AF 26 Ααρων] ο AF Α | ο θεὸς αὐτοῖς Α | ἐκ γῆς Αἶγ’.] ἐξ Αἶγ’. Α 27 πρὸς Φ. βασιλέα] Φ. βασιλει F | καιεξηγαγον] ωστε εξαγαγειν F εκ γης Αιγ.] εξ Αιγ. AF | Ααρων και Μωυσης] Μ. και Ααρων F 28 η] εν A | Μωυση] προς Μωυσην F και 2° B*] ὅσα B a b AF 30 ἔναντι F | ιχνοΦ. F VII1 om λέγων F | Ἀρῶν Ααρων F 1) 2 om ἀυτῶ F Ι ἐντέλλομαι σοι F 3 τὰ σῆμ’. μου] om μου AF* (superscr F 1) Ι τὰ τέρατα] τέρατα μου Α 5 om εἰμι F Ι τὴν χειραJ + μου A 1 F | ἀυτῶν] ἀύτης Α 6 Κυριος αὐτοῖς F 7 om ο ἅδ’. αὐτοῦ F Ι ἐτῶν 2°] pr ἢν F Ι ογδ. τρ. ἐτῶν Α Ι ἐλάλησαν Α 8 Α* λάρων Α 1) 9 ῥῖψον] + ἀυτὴν AF Ι om ἔπι τὴν γῆν F)

116
[*](B) γῆν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων.

εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ἀαρὼν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων, αὐτοῦ, καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἔριψεν Ἀαρὼν τὴν ῥάβδον ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων.

συνεκάλεσεν δὲ Φαραὼ τούς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς· καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίοις αὐτῶν ὡσαύτως,

καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ἀαρὼν τὰς ἐκείνων ῥάβδους.

καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος.

Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστείλαι τὸν λαόν.

βάδισον πρὸς Φαραὼ τὸ πρωί· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ τὴν ῥάβδον τὴν ’στ’ στραΦεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου,

καὶ ἐρεῖς πρὸς αὐτόν κύριος ὁ θεὸς τῶν Ἐβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου.

τάδε λέγει κύριος Ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῆ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ. καὶ μεταβαλεῖ εἰς αἶμα·

καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ἀπὸ τοῦ ποταμοῦ.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Εἰπὸν Ἀαρὼν τῷ ἀδελφῷ σου Λάβε τὴν ῥάβδον σου ἐν τῇ χειρί σου, καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα· καἰ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου, ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις.

καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ἀαρὼν καθάπερ ἐνετείλατο.ο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν [*]( AF Ο om καὶ τῶν θερ. αὐτοῦ F | ἔρριψεν AF | τῆ F 11 om Αἰγύπτου F Ι om καὶ 3° F AF 13 ἐνετείλατο] ἐλάλησεν AF | om αὐτοῖς F 14 εἶπεν δε] κα εἶπεν Α | βεβάρυνται F 15 ἔση] στήσῃ AF 16 μοι λατρευση] λατρευσωσιν μοι F 17 μεταβαλει] μεταβασ|λει Α 18 ὰπο] ἐκ F AF 10 om τὼ ἀδελφὼ σου F | om ἐν τῆ χειρὶ σου AF 1 (hab F*) Ι om καὶ ἐκ τὴν χεῖρα σου F* (hab F 1) | om σου ° Α | Αιγυπτου Ι°] του ποταμοῦ Α | πτου 2°] Αιγυπτω AF Ο κύριος αὐτοῖς F Ι ἐπάρας] + λάρων ῥάβδωι τὴν ῥάβδον Α)

117
ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ μετέβαλεν [*](B) πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα.