Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

VIΚύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἁ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ κύριος·

καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς·

καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὤστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἢν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς.

καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.

βάδιζε εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἐγὼ Κύριος, καὶ ἐξάξω ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλίας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλη·

καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοί, καὶ ἔσομαι ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων·

καὶ ἐξάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.

ἐλάλησεν δὲ [*](18 πλινθιας] πλνθειας Β a A πλινθουργίας F 19 τῆς πλινθιας B*A] τῆς AF πλινθείας B a b ἄπο τῆς πλιθειας F* πλινθείας F1) | τῆ ἥμερα] τῆς ἡμέρας F 1 mg 21 εἶπαν] εἶπεν Α | ιδοι] επειδοι F Ι δουναι] οὐ sup ras B 1 ? a ? δωναι B* ?) 22 om δέομαι AF Ι rt] pr δία AF Ι απεσταλκες Α 23 πορευμαι F Ι λαλησαι] + ἀυτῶ Α Ι ἐρύσω AF Ι σου] τοῦτον F* σου VI 1 ὄψη AF 5 καταδουλοῦνται] καταδούλωσιν Α 6 om λέγων F | καταδυναστείας F | δουλίας δουλειας B a ? b F)] + ἀυτῶν F 7 ὕμ’ AF | om λαὸν ἐμοὶ F Ι ὑμῶν Ι°] ὕμιν F Ι γνώσεσθε B 1 A γνωσεσθαι) σονθε B* | ο ἔξαγ’. υμας] + ἐκ τῆς Αἰγύπτου καὶ F | δυναστείας F 8 ε εισαξω’ BabAF | ἀυτὴν ὕμιν Α)

114
[*](B) Μωυσῆς οὕτως τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

Εῖπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων

Εἴσελθε λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου ἴνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.

ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.

εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών, καὶ αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ῥουβὴν πρώτω Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁσρὼν καὶ Χαρμεί· αὕτη ία Ῥουβήν.

καὶ υἱοὶ Συμεών· Ἰεμιὴλ καὶ ’1αμεὶν καὶ Ἰώαδ καὶ Ἰαχεὶν καὶ Σάαρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν νἱῶν Συμεών.

καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευεὶ κατὰ συγγενίας αὐτῶν · Γεδσὼν καὶ Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς Λευεὶ ἑκατὸν τριάκοντα ἑπτά.

καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενὶ ἴ’, οἶκοι πατριᾶς αὐτῶν.

καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἔτη.

καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοι οἶκοι Λευεὶ κατὰ συγγενίαν αὐτῶν.

καὶ ἔλαβεν Ἀμβρὰν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἕτη τῆς ζωῆς Ἀμβρὰν ἑκατὸν τριάκοντα δύο ἔτη.