Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

1 Πᾶν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς, ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι, κατὰ τὸν σίκλον τὸν ἅγιον.

καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι· δραχμὴ μία τῇ κεφαλῇ τὸ ἥμισυ τοῦ σίκλου, κατὰ τὸν σίκλον τὸν ἅγιον.

πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας, καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα.

καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς ἑκατὸν κεφαλίδας τοῦ καταπετάσματος,

ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα, τάλαντον τῇ κεφαλίδι.

καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις, καὶ κατεχρύσωσεν τὰς κεφαλίδος αὐτῶν καὶ κατεκόσμησεν αὐτούς.

καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι.

καὶ ἐποίησεν ἐξ αὐτῶν τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ τὰς βάσεις τῆς πύλης κύκλῳ, καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς, καὶ τοὺς πασ- [*](AF 25 της χρισεως (χρεισεως Β)] του χρισματος (χρεισμ. F) AF 26 χαλκουν] pr τον AF | χαλκην] pr την F | κατοπτρων των B ab] κατω πρωτων B* κατοπρων των AF 27 Μωυσης AF | αυτων και τους π.] και του π. αυτων AF XXXIX 1 om ο B* (hab Ba?b AF) | χρυσιου] pr εκ Α | εικοσι 2°] και τριακοντα AF 2 ταλαντα και sup ras Bab | επτακοσιο] pr και Α | εβδομηκοντα] pr και Α | το ημ.] pr και Α 3 τρισχιλιοι πεντακοσιοι] τρισχιλιους (τρεισχ. F) και πεντακοσιους AF 4 om εκατον 2° AF | om εκατον 3° AF 5 ταλαντον] + εν A 6 επτακοσιους] pr και Α | εβδομηκοντα] pr και Α | τοις στυλοις] των στυλων AF 7 εβδομηκοντα] pr τετρακοσια AF | χιλιοι πεντακοσιοι] δισχιλιοι και τετρακοσιοι AF 8 εποιησαν AF | αυτων Β*] αυτου B ab AF 9 πυλης 1°] σκηνης AF)

185
σάλους τῆς σκηνῆς, καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ,

καὶ [*](B) τὸ παράθεμα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου, καὶ πόντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρ- [*]((XIX)) τυρίου.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν Κύριος τῶ Μωυσῇ, οὕτως ἐποίησαν.

Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι Κυρίου·

καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ἀαρών, ὥστε λει- τουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ.

Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν, καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους,

καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς,

καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως, (37) καὶ τὴν λυχνίαν τὴν καθαρὰν

καὶ τοθς λύχνους αὐτῆς, λύχνους τῆς καύσεως, καὶ τὸ ἔλαιον τοῦ φωτός,

καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους,

καὶ τὰς στολὰς τοῦ ἁγίου αἵ εἰσιν Ἀαρών, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατίαν,

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους, καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς,