Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις αἷς συνέτριψας.

καὶ γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ στήσῃ μοι ἐκεῖ ἐπ’ ἄκρου τοῦ ὄρους.

καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου.

καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινά, καθότι συνέταξεν αὐτῷ κύριος· καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας.

καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν τῷ ὀνόματι κυρίου.

καὶ παρῆλ- θεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν κύριος ὁ θεὸςοἰκτείρ- μῶν καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός,

καὶ δικαιοσύνην διατηρῶν καὶ ἕλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ γενεάν.

καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν πρόσ’

καὶ εἶπεν Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συνπορευθήτω ὁ κύριός μου μεθ’ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθα σοί.

καὶ τοῦ λαοῦ σοῦ· ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῆ καὶ ἐν παντὶ ἔθνει· καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα κυρίου, ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι.

πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Χετταῖον καὶ Εὑαῖον καὶ Γεργεσαῖον [*](22 εως] ὡς F XXXIV 1 εἰς τὸ ὄρος πρὸς με Α | ἐν] ἔπι AF | αἷς] AF ἃς AF 2 αναβηση] + τὸ πρώι F Ι ἔπι] εἰς AF | ἄκρους B 3 μηδὲ] καὶ μηδεὶς AF Ι αἰ βόες] οἱ β. F 4 om καὶ 2° Α Ι Μωυσῆς 1°] + τὸ πρώι AF Ι καθότι] καθὰ AF | Μωυσῆς + μεθ αὐτοῦ AF 6 Κυριος 2°] + κݲςݲ AF 7 ἔλεος] pr ποίων AF Ι ’τον ἔνοχον οὐ καθ’. AF Ι ἀνομίας 2°] αμαρ- τιας AF 8 Μωυσης AF Ι προσεκύνησεν] + ἔπι τὴν γῆν F 9 εὕρηκα] εὗρον Α | ο κύριος μου] Κݲςݲ Α Ι om ἤμων 2° AF 10 καὶ εἶπεν Κυριος] καὶ ἐλάλησεν κݲςݲ Α a | πρὸς Mωυσην sup ras Α a | τίθημι] διατίθημι F | om σοι Α (bis) 11 εκβαλλω] pr ἐγὼ AF | πρὸ πρόσ’. ὑμῶν] ἄπο πρόσ’. σου Α ἄπο πρόσ’. ὑμῶν F Ι Χαναναιον] pr ’τον AF | Φερεζαιον...Ιεβουσαιον] ’τον Χεττ. κα ’τον Φέρ’. καὶ ’τον Ευ. καὶ ’τον Γεργ. καὶ ’τον Ιεβ. AF)

174
[*](B) καὶ ’Iεβουσαῖον·

πρόσεχε σεαυτῷ μή ποτε θῇς διαθήκην τοῖς ἐνκα- θημένοις ἐπὶ τῆς γῆς εἰς ἢν εἰσπορεύῃ εἰς αὐτήν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν.

τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί.

οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα, θεὸς ζηλωτής ἐστιν.

μή ποτε θῇς διαθήκην τοῖς ἐνκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε καὶ φάγῃς τῶν θυμάτων οὕτων,

καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶ αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν.

καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.

καὶ τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φάγῃ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου.

τᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικά, πᾶν πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου.

καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτό, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.