Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰπεν Μεωυσῆς τῷ Ἀαρών Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην;

καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.

λέγουσιν γάρ γοι Ποίησον ἡμῖν θεοὺς οἵ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.

καὶ εἶπα αὐτοῖς Εἴ τινι ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν μοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος.

καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται, διεσκέδασεν γὰρ αὐτοῦς Ἀαρών, ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτοῶν·

ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν Τίς πρὸς Κύριον; ἴτω πρὸς μέ. συνῆλθον οὖν πάντες οἱ υἱοὶ Λευεί.

καὶ λέγει αὐτοῖς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Θέσθε ἔκαστος τῆν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρόν, καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπ[ο πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς, καὶ ἀποκτείνατε ἔκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἔκαστος τὸν ἔγγιστα αὐτοῦ.

καὶ ἐποίησαν οἱ υἱοὶ Λευεὶ καθὰ ἐλάλησεν αὐτοὶς μωυσῆς· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας.

καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον Κυρίῳ, ἔκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ' ὑμᾶς εὐλογίαν.

Καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωσῆς πρὸς τὸν λαόν Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεὸν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.

ὑπέστρεψεν δὲ [*](AF) [*](17 ττη φωντρ] την φωνην ΒabAF 19 και ηνικα] ηνικα δε AF | ηγγισεν AF | μοσχον] οχλον F 20 om ουτον Ι° Α | om εν AF | κατηλασεν AF | om αυντον 2° Α | υπο]επι Β²AF 21 τω]προς AF 22 μη] pr λεγων Α 23 ημων] ημιν F | εξ]εκ γης Α 24 ει τινι] om ει AF | Λευι AF (item 28) 27 λεγει 1°] εικεν AF | την εσυτου ρομφ.] την ρομφ. εαυτου AF | πυλην] πυλης Α | τον εγγιστα] pr τον πλησιον συτου και εκαστος AF 28 ελαλησεν] συνεταξεν F | om εν Α | τη ημερα εκεινη AF | τρ[.]ισχιλιους F 29 Κυριω] pr τω Α | υιων F* | η] και εν AF 30 ειπεν] pr και AF | Μωυσης AF | εξιλασομαι AF1 vid a 31 επεστρεψεν AF)

171
Μωυσῆς πρὸς Κύριον καὶ εἶπεν Δέομαι, κύριε· ἡμάρτηκεν ὁ λαὸς οὗτος [*](B) ἁμαρτίαν μεγάλην, καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς Χρυσοῦς·

καὶ νῦν εἰ μὲν ἀΦεὶς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόυ με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας.

καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡμάρτηκεν, ἐξαλείψω αὐτοὺς ἐκ τῆς βίβλου μου.

σὺ δὲ βάδιζε κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου· ᾗ δ’ ἄν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.

καὶ ἐπά- ταξεν Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρών.