Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων·

καὶ ποιήσεις αὐτὸ πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος· τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.

καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.

καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.

καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς αὐτὰς

καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν.

καὶ θύσει ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωὶ πρωί· ὅταν ἐπισκευάσῃ τοὺς λύχνους, θυμιάσει ἐπ’ αὐτοῦ.

καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς κυρίου εἰς γενεὰς αὐτῶν.

καὶ οὐκ ἀνοίσει ἐπ’ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· σπονδὴν οὐ σπείσεις ἐπ’ αὐτοῦ.

και ἐξιλάσεται περὶ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτό· εἰς γενεὰς αὐτῶν ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.

καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἄν παραπορεύωνται τὴν ἐπίσκεψιν, τὸ ἥμισυ τοῦ [*](46 εἶναι ἀυτῶν θεὸς AF XXX 2 πήχεος 1°] πήχεως Α | πήχεος 2°] F 3 ἀυτὰ] αὐτὸ F | ἐσχάραν] ἐσχαρίδα Α Ι om κύκλω 1° F* F1) | στεφ. στρεπτὴν F 4 ποιήσεις] + αὐτοὺς Α + ἀυτῶ F 5 ἀυτὰ Α ἔκει AF 7 θύσει] θυμιάσει BabAF Ι επισκευαση] επισκευαζη BaF εἰ Α | τοὺς λυχνους BaAF] ο λύχνος B* 8 εξατη BAa] ἁπτὴ A*F Ι θυμιάσει AF Ι δία παντὸς sup ras Aa om F | ἔναντι] #x772; sup ras Aa | pr τὰς AF 9 ἀνοίσει] ἀνοίσεις Bab ἀνοίσεται Α ἀνοίσετε F | °] αὐτὸ F Ι θυσίαν] θυσίας F | σπονδὴν] pr καὶ BabAF Ι σπείσεις] σπεισεται Α σπεισετε F 10 πέρι αὐτοῦ] ἐπ’ αὐτὸ Ba et (sup ras) Aa ἐπ’ αὐτοῦ Bb om F Ι om Ααρων Α | ἔπι τῶν κέρ’.] ἔπι τῶν sup ras et pr ἐπιθήσει Aa Ι του καθαρισμοῦ] + τῶν ἁμαρτίων του ἐξιλασμοῦ ἅπαξ του ἐνιαυτοῦ AF Ι καθὰ. ριεις Α Ι γενεας] pr τὰς AF | τῶν ἀγίων] om τό F Ι κυρίω] pr τὼ Α 12 λύτρα] pr τὰ Α Ι κυρίω] pr τὼ AF)

166
[*](Β) ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσι ὀβολοὶ τὸ τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ κυρίῳ.

πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσιν τὴν εἰσφορὰν κυρίῳ.

ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Τυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.

καὶ λήμψῃ τό ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι κυρίου, καὶ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου, καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ·

καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.

ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέ- ρειν τὰ ὁλοκαυτώματα κυρίῳ,