Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ δώσω χάριν τῷ λαῷ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἄποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·

αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν· καὶ σκυλεύσατε τοὺς Αἰγυπτίους.