Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,

καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν·

καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, οὕτω ποιήσεις.

Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσή- πτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος.

καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια στρεπτὰ χρυσᾶ κύκλῳ.

καὶ ἐλάσεις [*](AF 12 post εγραψα ras i lit Α 13 Mυσης AF Ι Κ Ιησαυς Αa? (om A*) Ι εἰς] ἔπι Α 14 εἶπεν AF | cwj] + ἀν’ F 15 om καὶ Iησους AF 16 τὸ Σίνα] om τὸ Α | ’τον Μωυσην] om ’τον Α 17 ἐνάντιον] ἔναντι Α 18 εἰς τὸ μέσον] om τὸ AF | yv] ἐκάθητο Α XXV 2 om καὶ 1° Α | ἀπαρχὰς 1°] pr μοι AF Ι om καὶ 2° AF 3 om καὶ 2° F | om καὶ 3° AF 4 om καὶ 2 3° F 6 εἰς τὴν ἐπ’.] pr καὶ Α 8 σοι δεικνύω] ἐγὼ δεικνύω (διγυ. Α δικν. F) σοι AF | οὕτως AF 9 om μαρτυρίου F Ι om τὸ μῆκος καὶ πηχ. καὶ ἠμ’. F Ι πήχεος 1°] πήχεως Aa I om καὶ πηχ. καὶ ἠμ’. τὸ ὕφος Β* (hab Β?mg inf) | πήχεος 2°] πηχεως Α 10 ἔσωθεν καὶ ἔξωθεν AF om χρυσᾶ Α χρυσᾶ στρ. F)

153
αὐτῇ τέσσαρες δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσερα B κλίτη. δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἕν, καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον.

ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα, καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ·

καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ, αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς·

ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι.

καὶ ἐμβαλεῖν εἰς τὴν κιβωτὸν τὰ μαρ- τυρία ἃ ἄν δῶ σοι.

καὶ ποιήσεις ἱλαστήριον ἐπί χρυσίου καθαροῦ, δύο πηχῶν καὶ ἡμίσους τὸ μῆκος, καὶ πῆχεος καὶ ἡμίσους τὸ πλάτος.

καὶ ποιήσεις δύο χερουβεὶμ χρυσοτορευτά, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου·

ποιήσονται χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβεὶμ ἐπὶ τὰ δύο κλίτη.

ἔσονται οἱ χερουβεὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εῖς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβείν.

καὶ τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κίβωτον ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἄν δῶ σοι.