Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Μωυσῇ εἶπεν Ἀνάβηθι πρὸς τὸν κύριον σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ, καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ.

καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν.

εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.

καὶ ἕγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·

καὶ ἐξαπέ- στειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυ- τώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια.

λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον.

καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν Πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.

λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν Ἴδου τὸ αἷμα τῆς δια- θήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.

καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομή- κοντα τῆς γερουσίας Ἰσραήλ,

καὶ εἶδον τὸν τόπον οὗ ἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.

καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω [*](31 om θαλάσσης ἕως τῆς Α* (hab Aa) | μεγάλου ποταμοῦ] ποτ’. του μεγάλου ΑF AF Ι εἰς τὰς χειρασ] om τὰς Α XXIV 1 ’τον κύριον] om ’τον ΑF Ι Ναδαβ] Δα|δαβ F 2 Mωυσης AF 4 ορθισας. (sic) ’δε M. τὸ πρώι sup ras Aa (om τὸ πρώι A*vid) 5 ἀνήνεγκεν Α Ι ἔθυσεν Avid Ι θεω] κυρίω F 6 κρατῆρα AF 7 ἀκουσόμεθα καὶ ποιήσομεν F 9 τῆς γερουσίας] τῶν πρεσβυτέρων AF 10 ἴδον Α Ι εἰστήκει BabF | ο θεὸς] pr ἔκει AF Ι σαπφείρου] σάπφειρος Α σα.πειρον F)

152
[*](Β) σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολὰς ἃς ἔγραψαν νομο- θετῆσαι αὐτοῖς. καὶ ἀναστὰς Μωσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ όνεβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ· καὶ τοῖς πρεσβυτέροις εἶπαν Ησυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὤρ μεθ' ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐ- τοῖς. καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄροσ, καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἕξ ἡμέρας· καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναν- τίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος, καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσεράκοντα καὶ τεσσεράκοντα νύκτας.