Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
πορεύσεται γὰρ ὁ ἅγγελός μου ἡγούμενος ὑμῶν, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμορραῖον καὶ Χετταῖον καὶ καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Εὑαῖον καὶ ἰεβουσαῖον, καὶ ἑ αὐτούς.
οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.
καὶ λατρεύσεις Κυρίῳ τῷ θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σευ καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφ’ ὑμῶν.
οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω.
καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου, καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας.
καὶ ἀποστελῶ τὰς σΦη- κίας προτέρας σου, καὶ ἐκβαλεῖς τοὺς Ἀμορραίους καὶ Εὑαίους καὶ χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σοῦ.
οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα μὴ γένηται ἢ γῆ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς·
κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἄν καὶ κληρονομήσῃς τὴν γῆν.
καὶ θήσω τὰ ὅριά σου ἀπὸ [*](AF 18 θυμιάματος BAa?] θυσιάσματος A*F Ι οὐδὲ] οὐδ’ οὐ F Ι om μου 2° F* (hab F1(mg)) 19 πρωτογεν.] + τῆς γῆς BabAF 21 om καὶ 2° AF 22 om ἀκοὴ ἀκούσητε 1°...εαν 2° F Ι ἀκούσητε 1°] ἀκούση Α | ὅσα ἀν’ εντειλωμαι] ὅσα ἐντέλλομαι Α | εμη] εμου Α | ἐστιν] ἐστε sup ras Aa | ἀκοὴ ἀκούσητε 2°] ἀκούσης AF | ποιήσητε] ποιήσης AF 23 ὑμῶν] σου BbAF 24 αλλα] +και Α 25 κ ’τον οἶνον σου Α1?a?m 28 ἐκβαλεῖς] ἐκβάλω Α ἐκβάλει F Ι Ευαιους] pr τοὺς AF | Χαναναιους] pr τοὺς AF 29 rescr οὐκ ἐκβάλοι αὐτοὺς Ab 30 κάτα μικρὸν] + μικρὸν AF)
οὐ σὺν καταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην·
καὶ οὐκ ἐν καθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσιν πρὸς μέ· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσ- κομμα.
Καὶ Μωυσῇ εἶπεν Ἀνάβηθι πρὸς τὸν κύριον σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ, καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ.
καὶ ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ’ αὐτῶν.
εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες Πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.
καὶ ἕγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
καὶ ἐξαπέ- στειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυ- τώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια.
λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον.
καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν Πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα.
λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν Ἴδου τὸ αἷμα τῆς δια- θήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομή- κοντα τῆς γερουσίας Ἰσραήλ,