Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοί, καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι.

ἐὰν [*](AF 9 κύριος αὐτοῖς AF | ἐξείλατο] +Fs Α j Ἄιγυπτιων] pr τῶν Α Ο αὐτοὺς] ’τον λαὸν αὐτοῦ AF 11 om ὅτι ο Α 12 καὶ ἔλαβεν] ἔλαβεν ’δε F | Ἀαρὼν] pr καὶ AF Ι συνφαγειν B* συμφ. Ba?b)] φαγεῖν AF 13 παρειστήκει Bal) Μωυση AF | δείλης] ἐσπέρας AF 14 ποίει] ἐποίει AF Ι πρωίθεν] πρώι δείλης] ἐσπέρας F 15 παραγίνεται BaF ‘παραγινετε)] παραγείνεται B*A 16 ελθωσι] ἔλθωσιν Α εἰσέλθωσιν F | εκαστοd αὐτοὺς Flm^ 18 om ἀνυπομονήτῳ Α*F* (hab F a mg) ανυπονητω sup ras Aa ο λαος] + ουτος B ab mg F + σου οὕτος Α 18 — 19 om βαρὺ σοι...μετα σου Α 18 + σὺ Ba? (superscr) Ι ποιεῖν] + σοι F 21 καταστήσεις] + αὐτοὺς AF Ι ’δε δαπχους] + καὶ γραμματοεισαγωγεις AF 22 κουφσουσιν Α Ι σοι] σου Α)

141
τὸ ῥῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ θεὸς καὶ δυνήσῃ παραστῆναι, [*](B) καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ’ εἰρήνης ἥξει.

ἤκουσεν δέ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ, καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν.

καὶ ἐπέλεξεν Μωσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ἰσραήλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους,

καί ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν. πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκκρίνοσαν αὐτοί.

ἐξαπέστειλεν δὲ δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σεινά.

καὶ ἀπῆραν ἐκ Ῥαφιδεὶν καὶ ἡλθοσαν εἰς τὴν ἔρημον τοῦ Σεινά, καὶ παρεωέβαλεν βάλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους.

καὶ Μωσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ· καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ λέγων τάδε ἐρεῖς τῷ οἴκῳ ακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ

Αὐτοὶ ἑωράκατέ ὅσα πεποίηκα τοῖς Αἰγυπτίοις, καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν, καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν.

καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ,

ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ.

ἦλθεν δὲ Μωυσῆς καὶ ἐλάλησεν πρὸς τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτῷ ὁ θεός.

ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν Πάντα ὅσα εἶπεν ὁ θεὸς σομεν καὶ ἀκουσόμεθα· ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τούτους πρὸς τὸν θεόν.

εἶπεν δὲ κύριος πρὸς Μωσῆν Ἴδου ἐγὼ παραγί- νομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήγγειλεν δὲ Μωσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον.

Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν [*](23 εἰς ’τον ἑαυτοῦ τόπον μετ’ εἰρήνης ηξει] ἤξει εἰς ’τον τόπον αὐτοῦ μετ’ AF εἰρήνης AF 25 Μωυσης AF | δεκαδάρχους] + καὶ γραμματοεισαγωγεις AF 26 ἔκρινον (bis) AF | πὰν ’δε ρ. ὑπέρογκον] τὸ ’δε ρ. τὸ ὑπέρογκον AF | ἀνέφερον AF | ἔπι] πρὸς Α 27 ’τον ἑαυτοῦ γαμβρὸν] ’τον γ. ἑαυτοῦ Α ’τον γ. αὐτοῦ F | τὴν] η sup ras B 1? a? XIX 1 ἦλθον AF | του Σεινα] του Σίνα Bb Σίνα AF 2 ἀπῆραν] ἐξῆραν AF | ηλθοσαν] ἦλθον AF | Σεινα] Σίνα B b AF 3 Μωνσης AF | οὐράνου] ὄρους AF 5 τῆς ἐμῆς φ.] τῆς φ. μου AF 7 ἐλάλησεν πρὸς] ἐκάλεσεν B ab (-σε) AF | του λαοῦ] Ισραηλ Α | ἀυτῶ] αὐτοῖς AF 8 ἀπεκρίθη ’δε] καὶ ἀπεκρίθη Α | τούτους] του λαοῦ AF 9 Μωυσῆν AF | Μωυσης AF)

142
[*](B) καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια,

καὶ ἴστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σεινὰ ἐναντίον παντὸς τοῦ λαοῦ.

καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει.

οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλ- πιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.

κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια.