Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἔλαβεν δὲ Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ, μετὰ τὴν ἄφεσιν αὐτῆς,
καὶ δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσάμ, λέγων Ηάροικος ἐν γῇ ἀλλοτρίᾳ·
καὶ τὸ ὄνομα τοῦ δευτέρου Ἐλιέζερ, λέγων Ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ.
καὶ ἐξῆλθεν Ἰοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ’ ὄρους τοῦ θεοῦ.
ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες Ἴδου ὁ γαμβρός σου Ἰοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ’ αὐτοῦ.
ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ, καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτὸν εῖς τὴν σκηνήν.
καὶ διηγήσατο Μωσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν κύριος τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ, ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραὼ καὶ ἐκ χειρὸς τῶν [*](12 ἐπ’ αὐτοῦ] ἐπ’ αὐτὸν Α Ι καὶ Ααρων] Ααρων ’δε AF | om αὐτοῦ ° Α AF 13 Ιησους] Μωυσης F Ι om αὐτοῦ B* (hab BabAF) | μαχαίρας Β* η sup ras) AF 14 εἶπεν ’δε] καὶ εἶπεν AF Ι εἶ βιβλίον] ἐν βιβλίῳ AF Ι Ινσου AF Ι εξηλειψω F Ι τὸ μνῆμ’. Αμαληκ] ’τον Αμαληκ Α Ο Μωυσῆς AF | om κυρίω AF | αὐτοῦ] του τόπου Α | κύριος καταΦυγη μου] κݲςݲ μου καταφ. Α κݲςݲ μου καταφαγῇ. μου F 16 πολέμει] πολεμήσει Α XVIII 1 ο γάμβρ’. Μωυση ο ἱέρ’. Μασιαμ Α 2 υσης A* (w superscr Α 1?α? 3 ἀύτης] αὐτοῦ AF | om ἀυτῶν AF 4 om λέγων AF 5 ἐξῆλθεν] ἦλθεν AF | οἱ υἱοὶ] + αὐτοῦ F j om πρὸς Μωυσῆν F Ι ἐπ’ ὄρους] εἰς τὸ ὄρος AF 6 απΤnελη Α Ι Μωυσῆ AF Ι οθ. ο γαμβρὸς σου AF | παρα- γεινεται B*AF (παραγλν. Β b) Ι η γυνὴ] + σού AF 7 τὼ γαμβρὼ] + αυτου AF | αὐτὸν ο] αὐτοὺς AF 8 Μωυσῆς AF | om πάσι AF Ι ὅτι] ὅτε F Ι om ἐκ χειρὸς Φ. καὶ ἐκ χειρὸς τῶν λίγ’. F)
ἐξέστη δὲ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.
καὶ εἶπεν Ιοθόρ Εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ·
νῦν ἔγνων ὅτι μέγας παρὰ παρὰ πάντας τοὺς θεούς, ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς.
καὶ ἔλαβεν ’1οθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ· παρεγένετο δὲ Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ συνΦαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ. Καὶ
ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν μυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Mcovo^fl ἀπὸ πρωίθεν ἕως δείλης.
καὶ ἰδὼν Ἰοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ λέγει Ti τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωί- πρωίθεν ἕως δείλης;
καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρὸς μὲ ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ·
ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον, καὶ συμβι- βάζω αὐτοὺς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ.
εἶπεν δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν
οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο· φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς ὅς ἐστιν μετὰ σοῦ · βαρύ σοι τὸ ῥῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν μόνος.
νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ θεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν θεόν, καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν·
καὶ διαμαρτυρῇ αὐτοῖς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσιν.
καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεδαδάρχους,