Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέραν εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·
καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν.
καὶ εἶπεν Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς [*](22 ἤγαγεν] ἦγεν F Ι εὕρισκον F 23 Mερρα] Μερραν AF Ι ἐδύναντο AF | AF -] + ὕδωρ AF | ἐπωνόμασεν] ἐπωνομάσθη AF | τὸ ὄνομα] τοῦτο ὂν. ν 24 ἔπι Μωσῆν] κάτα Μωυσῆ AF | πίομεν F* ([πιομε]θα F 1 mg) 25 ἔθετο + ο θεὸς F Ι επειπαςεν AF 26 φυλάξη F Ι ἔπι σε sup ras Ba? ἐφ’ Β* vid) Ι om ο θεὸς σου AF 27 ἦλθον AF Ι Αιλειμ] Ελειμ F | ιβ´] δώδεκα AF | στελεχαι F Ι πάρα] ἔπι Α XVI 1 ἦλθον AF Ι συναpr pr η F | Σιν AF Ι Σἱνα B b AF 2 συναγωγὴ] pr η F 4 νόμω] Α 5 τῆ ἥμερα] pr ἐν Α | ἑτοιμάσωσιν Α | ἔαν (bis)] ἀν’ AF | εἰσενέγκωσιν Α Ι om εἰς ἠμ’. F 6 καὶ εἶπεν] εἶπεν ’δε AF)
καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν ;
καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριοι ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονήν, διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὅν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν ; οὐ γὰρ καθ’ ἡμῶν ἐστὶν ὁ γογγυσμὸς ὑμῶν, ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ.
εἶπεν δὲ Μωυσῆς πρὸς Ἀαρών Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ Ηροσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.
ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἶῶν Ἰσραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ.
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ ἑσπέραν ἔδεσθε κρέα, καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων· καὶ ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
ἐγένετο δὲ ἑσπέρα, κα ὀρτυγομήτρα ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς·
καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδε’ ἴσαν τί ἦν. εἶπεν δὲ Μωυσῆς αὐτοῖς οὗτος ὁ ἄρτος ὃν ἕδωκεν κύριος ὑμῖν Φαγεῖν.
τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γόμορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν· ἕκαστος σὺν τοῖς συσκη- νίοις ὑμῶν συλλέξατε.
ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ, καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.
καὶ μετρήσαντες τῷ γόμορ, οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν.