Exodus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ συνέλεξαν αὐτὸ πρωί· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, [*](B) ἐτήκετο.

ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτη συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γόμορ τῷ ἐνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωσεῖ.

εἶπεν δὲ κύριος πρὸς αὐτούς Oὐ τοῦτό ἐστιν τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε ἕψετε · καὶ πᾶν το πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί.

καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτοῖς.

εἶπε Μωυσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ, οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.

ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδομῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον.

εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;

ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην · διὰ τοῦτο αὐτὸς ἐẂκεν ὑμῖν τῇ ἡμέρᾳ τῆ ἕκτῃ ἄρτους δύο ἡμερῶν · καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

καὶ ἐπωνόμασαν αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ μάν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐνκρὶς ἐν μέλιτι.

εἶπεν δὲ Μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος Πλήσατε τὸ γόμορ τοῦ μὰν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου.

καὶ εἰπεν Μωσῆς πρὸς Λάβε Λάβε στάμνον χρυσοῦν ἕνα καὶ ἐμβάλετε εἰς αὐτὸν πλῆρες τὸ γόμορ μάν, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν,

ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν. [*](20 Μωυσης ἐπ’ αὐτοῖς Α aF 21 πρώι] + πρώι ἕκαστος τὸ καθῆκον ἀυτῶ AF AF 22 εἰσῆλθον AF | Μωυσῆ AF 23 κύριος] Μωυσῆς AF | om οὐ Ba(bvid) AY Ι τὸ ῥῆμα ἐστιν AF | αὔριον] + αὔριον B | ἔαν 1°] ἀν’ F | ἔαν 2°] ἀν’ AF | καταλιπετε] καταλειπέτω Α καταλείπετε F Ι εἰς τὸ εις ἕως AF 24 κατελιποσαν] κατέλειπον AF Ι εἰς τὸ πρώι] ἕως πρώι AF | καθάπερ AF Ι αὐτοῖς 2°] ἀυτῶ AF 25 Μωνσςης] + πρὸς αὐτοὺς ἥμερον AF | ευρεθησεται] εὑρήσετε AF 26 om ὅτι AF 27 ἐξῆλθον AF 29 τὴν ἠμ’. ταυτην] + καὶ τὰ σάββατα Α + σάββατα F [ ἕκαστος] + παρ’ F Ι μηδεὶς] + ὑμῶν AF | εκπορ.] + ἕκαστος AF Ι τόπου] οἴκου Α Ι τῆ τῶν σαββατων F 31 om αὐτὸ AF | ὡς Ι°] ὤσει F 32 33 Μωυσης AF Ι ἔμβαλε AF Ι πλήρης Β | μαν] pr του AF 34 AF Ι θεοῦ] μαρτυρίου AF)

138
[*](B)

οἱ δὲ υἱοὶ Ἰσραὴλ ἔφαγον τὸ μὰν ἔτη τεσσεράκοντα· ἕως ἦλθον εἰς τὴν οἰκουμένην ἐΦάγοσαν τὸ μάν, ἕως παρqένοντο εἰς μέρος τῆς Φοινίκης.

τὸ δὲ γόμορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.