Exodus
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
- ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν·
- ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
- τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ καὶ ἄρχοντες Μωαβειτῶν·
- ἔλαβεν αὐτοὺς τρόμος,
- ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανάαν.
- ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος,
- μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν·
- ἕως ἄν παρέλθῃ ὁ λαός σου, κύριε,
- ἕως ἄν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω.
- εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου,
- εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατηρτίσω, κύριε,
- ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
- Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι.
- Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς
θάλασσαν, καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Λαβοῦσα δὲ Μαριὰμ ἡ προφῆτις ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐν τῆ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν.
ἐξῆρχεν δὲ αὐτῶν Μαριὰμ λέγουσα
Ἐξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς,[*](B) καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν.
ἮλΘον δὲ εἰς Μερρά καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μέρρας, πικρὸν γὰρ ἢν· διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία.
καὶ διεγόγγυςεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες Τί πιόμεθα ; ἐβόησεν δὲ
ἐβόησεν πρὸς κύριον· καὶ ἕλιξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ὤθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν
καὶ εἶπεν ’ν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἰώμενός σε.
ηΚαὶ ἤλθοσαν εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ ιβ πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη XVI
XVIἐξ Αἰλείμ, καὶ ἡλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σεῖν, ὅ ἐστιν ἀνὰ μέσον Αἰλεὶμ καὶ ἀνὰ μέσον Σεινά. τῇ δὲ πεντεκαιδεκάτη ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρών·