Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔπιεν ἐκ τοῦ οἴνου [*](A) καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ εἶδεν Χὰμ ὁ Χανάνν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἀνήγγειλεν δυσὶν ἀδελΦοῖς αὐτοῦ ἔξω.

καὶ λαβόντες Σῆμ’ καὶ ἸάΦεθ τὸ ἱμάτιον ἐπέθηκαν ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ ἴδον.

ἐξένηψεν δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ τερος.

καὶ εἶπεν

  • Ἐπικατάρατος Χανάαν.
  • παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
    1. καἰ εἶπεν
    2. Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ,
    3. καὶ ἔσται Χανάαν παῖς αὐτοῦ.

  • πλατύναι ὁ θεὸς τῷ ἸάΦαθ,
  • καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τού Σήμ·
  • καὶ γενηθήτω Χανάαν παῖς αὐτῶν.
  • Ἔζησεν δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια ἔτη.

    καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καἰ ἀπέθανεν.