Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκεν δὲ ἸωσὴΦ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν·

καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς, καὶ τῷ Βενιαμεὶν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἀλλασσούσας στολάς·

καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτά, καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.

nἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.

καὶ ἀνέβησαν ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χανάαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν,

καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι Ὁ υἱός σου ἸωσὴΦ ζῇ καὶ οὗτος ἄρχει πάσης τῆς γῆς Αἰγύπτου. καὶ ἐξέστη ἡ διάνοια Ἰακώβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.

ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ ἸωσήΦ, ὅσα εἶπεν αὐτοῖς· ἰδὼν δὲ τὰς ἃς ἀπέστειλεν ἸωσὴΦ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ μὰ Ἰακὼβ τοῦ πατρὸς αὐτῶν. εἶπεν δὲ Ἰσραήλ Μέγα μοί ἐστιν εἰ ἔτι ὁ υἱός μου ἸωσὴΦ ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.