Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.

Σελλὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ Νοεμά.

εἶπεν δὲ Λάμεχ ταῖς ἑαυτοῦ

  • Ἄδα καὶ Σέλλα, ἀκούσατέ μου τῆς φωνῆς·
  • γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους·
  • ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί,
  • καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
  • ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάιν,
  • ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά,
  • § Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν [*](§ D) υἱόν. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα Ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἅβελ, ὃν ἀπέκτεινεν Κάιν.

    καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.