Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀκούσας δὲ Ῥουβὴν ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν Οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν.

εἶπεν δὲ αὐτοῖς Ῥουβὴν Mr) ἐκχέητε αἷμα· ἐμβάλετε δὲ αὐτὸν εἰς ἕνα τῶν λάκκων τῶν ἐν τῆ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ.

ἐγένετο δὲ ἡνίκα ἦλθεν ἸωσὴΦ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν τὸν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν,

καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος ἐκεῖνος ὕδωρ οὐκ εἶχεν.

ἐκάθισαιν δὲ φαγεῖν ἄρτον· καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς ἴδον, καὶ ἰδοὺ ὁδοιπόροι Ἰσμαηλεῖται ἤρχοντο ἐκ Γαλαὰδ, καὶ οἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥιτίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον.

εἶπεν δὲ Ἰούδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ Τί χρήσιμον ἐὰν ἀποκ τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ ;

δεῦτε ἀποδώμέθᾳ αὐτὸν τοῖς Ἰσμαηλίτας τούτοις· αἱ δὲ χεῖρες ἐπ’ αὐτόν, ὃτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστίν. ’ ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ.

καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι οἱ ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν ἸωσὴΦ ἐκ τοῦ λάκκου· καὶ ἀπέδοντο τὸν Ἰωσὴφ τοῖς Ἰσμανλίταις εἴκοσι χρυσῶν· [*](DE) [*](16 αναγγειλο[ν] D 17 om καὶ επορευθη...Δωθαειμ 2° Ε | αὐτοῦ καὶ εὗρεν] Φων αυτουΙ και in mg εὗρεν sup ras A1 | αυτους αὐτοῦ Α 18 προεῖδον DE Ι αὐτὸν Ι°] αυτωݲ Ε | om αὐτὸν 2° DE | D εποηνρευο...) E Ι αποκτ.] pr του Ε 20 ῥιφῶμεν ριψωμεν DE | εστιν] ἔστα DE 22 εμβαλλατε D (?) | om ’δε Ι° Ε Ι om ’δε 2­° D silE Ι εἰς λάκκων τῶν] εἰς ’τον λάκκον τοῦτον ’τον DE | εξεληται] ἐξέλητε D ἐξελεῖται Ε 23 ’τον I.] οm τον D sil | Χθτωνα] + αὐτοῦ D 24 εκεινος] κενὸς D κε[ν]ος) Ε 25 Ισμαηλιται DvidE Ι καὶ οἱ κὰμ καὶ αἰ κὰμ. D κ αἰ κὰμ. Ε Ι ριτινης AE] ρητινης D sil Ι στακτὴ E | κατάγειν Ε 27 om ἤμων 2° D Ι ἤκουσαν + αὐτοῦ D 28 οἱ ανθρ. οἱ Μαδιηναιοι οἱ εμπ.] οἱ Ισμαηλιται Ε)

73
καὶ κατήγαγον τὸν ἸωσὴΦ εἰς Αἲγυπτον.

ἀνέστρεψεν δὲ Ῥουβὴν ἐπὶ [*](A) τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν ἸωσὴΦ ἐν τῷ λἀκκῳ. καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.

καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ Τὸ παιδάρον ¶ οὐκ ἐστιν· ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι ;

λαβόντες δὲ τὸν [*](¶ D) χιτῶνα τοῦ ἸωσὴΦ ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν χιτῶνα καὶ

καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπαν τοῦτον εὕρομεν· ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ.

καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν Χιτὼν τοῦ υἱοῦ ἐστιν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασεν τὸν ἸωσήΦ.

διέρρηξεν δὲ Ιακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας τινάς.

συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐ- τόν· καὶ οὐκ ἤθελεν παρακαλεῖσθαι, λέγων ὂτι Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν ἸωσὴΦ εἰς Αἴγυπτον τῷ Πετρεφῇ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ.