Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Εἶπεν δὲ ὁ θεὸς πρὸς Ἰακώβ Ἀνασὰς ἀνάβηθι εἰς τὸν τόπον λ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαὺ τοῦ ἀδελφοῦ σου.

εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ’ αὐτοῦ Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν·

καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορευόμην.

καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν· καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.

καὶ ἐξῆρεν Ἰσραὴλ ἐκ Σικίμων· καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.

ἦλθεν δὲ Ἰακὼβ εἰς Λοῦζα ἥ ἐστιν ἐν γῇ Χανάαν, ἥ ἐστιν Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὃς ἦν μετ’ αὐτοῦ.

καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου [*](DE 26 Εμμωρ] Ἕρμων Ε | ’τον Συχεμ] om ’τον Ε | μαχαίρης Ε | (D vid) E | του Συχεμ] om του D 28 om τε Ε 29 σῶμ’. ἀυτῶν] + κα πασαν τὴν ἵππον ἀυτῶν D ιπ...D) | ὅσα 2°] + τε E Ο ἐν τε τοι, X.] τε Ε | Φερεζεοις Α | εἰμι] ἥμιν E | συνκοψ. DE | εκτριβομαι] -βησομαι 31 χρήσωνται AD] χρήσονται E XXXV 1 θεω] κݲωݲ Ε Ι σε ἀπ’ οδιδ ῥᾶς DE | om Ησαυ E 2 πάσι Ε | μετ’ αυτου] μεθ(?) ἑαυτοῦ D | τοὺς + του]ς μεθ’ ὑμῶν D Ι καθαρίσας θ ε A.D (D ισασθε)] καθαρισεσθε E 3 τω θέο, νὼ E | επακους.] ὑπάκουσαν.. D | μοι] μου D sil | διέσωσεν] ἔσωσεν E | ἐπορευόμην] ἐπορεύθην E 4 om τὰ 2° E | Σηκιμοις E Ο γῆ] τῆ E 2°] ἀυτὴ E | Βεθηλ D 7 ωκοδομησαν D Ι του τόπου] + ἐκείνου)

67
ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἠσαὺ τοῦ ἀδελφοῦ αὐτοῦ.

ἀπέθανεν δὲ Δεββωρὰ ἡ Ῥεβέκκας κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους.

Ὤφθη δὲ ὁ θεὸς Ἰακὼβ ἔτι ἐν Λοῦζα, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός.

καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου οὐ ἔτι Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

εἶπεν δὲ αὐτῷ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἑ

καὶ τὴν γῆν ἢν δέδωκα Ἀβραὰμ καὶ Ἰσαάκ, σοὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

ἀνέβη δὲ ὁ ἀπ’ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ’ αὐτοῦ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ’ αὐτοῦ, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδήν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον.

καὶ ἐκά Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ’ αὐτοῦ ἐκεῖ ὁ

Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ τοῦ πύργου Γάδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθὰ εἰς γῆν ἐλθεῖν Ἐφράθα, ἔτεκεν Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.

ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός ἐστιν υἱός.

ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκεν γάρ, ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμείν.

ἀπέθανεν δὲ Ῥαχήλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφράθα· αὕτη ἐστὶν Βηθλέεμ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ῥαχὴλ ἕως τῆς σήμερον ἡμέρας