Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Ἰακὼβ τῷ Λαβάν Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν.

συνήγαγεν δὲ λαβὰν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον.

καὶ ἐγένετο ἑσπέρα· καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ, καὶ εἰσῆλθεν πρὸς αὐτὴν [*](DE 9 κα] + ἴδου D sil E | om ἀυτὴ γὰρ εβοσκεν...του πατρὸς ἀύτης E 10 om θυγατερα...Ιακωβ 2° Ε | ἀδελφοῦ Ι°] ελφθου ελφου sup ras Ρl litt A 1 12 Ιακωβ E | om του Trarpos E | καὶ 3°] η ’δε Ε | ἀπήγγειλεν] ἀνήγγειλεν 13 καὶ εγενετο] ἐγένετο ’δε Ε Ι του υἱοῦ τῆς sup ras Α 1 | αὐτοῦ 2°] ἀυτῶ ἐφίλησεν αὐτὸν Ε Ι om αὐτὸν 2° Ε Ι τὼ Λαβαν] om τὼ E 14 ὀστέων 15 ειπεν δε] κα εἶπεν DE 16 Λεια D sil] Αἴα AE 17 Αἴας E (fere ubique) | τὼ εἴδει κάλη Ε Ι τῆ ὄφει] + σφόδρα Ε (om D) 18 περι] ὕπερ D 19 om ἀυτῶ D | δουναι με I° AD (...ov δοῦν...)] με δοῦναι E | ἑτέρω ἀνδρὶ 20 κα ἐδούλευσεν] ἐδούλευσεν ’δε Ε | ἔπτα ετ] ἔτη ἔπτα D + καὶ ἤσαν ἐνάντιον αὐτοῦ ὦ ὤσει E) ἥμεραι ὀλίγαι πάρα τὸ ἀγάπαν αὐτὸν αυτην D sil (...v αὐτοῦ..,. o αγαπ....D) E 21 τὼ Λαβαν] πρὸς Λαβαν E | om μοι E | om μου 2° E 23 ὡς ’δε ἐσπέρα ἐγένετο E Ι om καὶ ο E Ι λαβων] + DE I πρὸς ἀυτὴν 1.] 1. πρὸς ἀυτὴν E)

53
Ἰακώβ.

ἔδωκεν δὲ Λαβὰν Ζέλφαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ τὴν παι- [*](A) δίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

ἐγένετο δὲ πρωί, καὶ ἰδοὺ εἶπεν δὲ Ἰακὼβ λαβάν Τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα σοί; καὶ ἴνα τί παρελογίσω με;

εἶπεν δὲ Λαβάν οὐκ οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἕτη ἕτερα.

ἐποίησεν δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν Λαβὰν Ῥαχἠλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

ἔδωκεν δὲ Λαβὰν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ ¶ Βάλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. [*](¶ D)

καὶ εἰσῆλθεν πρὸς Ραχήλ· ἠγάπησεν δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτε ῥα.

Ἰδὼν δὲ κύριος ὁ θεὸς μισεῖται Λεία, ἤνοιξεν τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

καὶ συνέλαβεν Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα Διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν· νῦν ἀγαπήσει με ὁ ἀνήρ μου.

καὶ συνέλαβεν πάλιν Λεία καὶ ἔτεκεν τῷ Ἰακώβ, καὶ εἶπεν ὅτι Ἤκουσεν κύριος ὅτι μισοῦμαι, καὶ ἐν μοι καὶ τοῦτον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Συμεών. §

καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν, καὶ εἶπεν Ἐν τῷ νῦν καιρῷ [*](§ D) πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Λευί.

καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱόν, εἶπεν Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰουδά. καὶ ἔστη τοῦ τίκτειν.