Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐνεκότει Ἠσαὺ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλάγησεν ὁ πατὴρ αὐτοῦ· εἶπεν δὲ Ἠσαὺ ἐν τῇ διανοίᾳ αὐτοῦ Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἅδω φόν μου.

ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἠσαὺ τοῦ τοῦ πρεσβυτέρου· καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ ἰδοὺ Ἠσαὺ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε.

νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβὰν τὸν ἀδελφόν μου εἰς Χαρράν·

καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς,

ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.

Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ Προσώχθικα τῆ ζωῇ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήμψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν XXVIII