Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

τότε [*](¶ ℵ) ἀθῷος ἴσῃ ἐκ τῆς ¶ ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου [*](§ ℵ) καὶ μὴ δῶσίν σοι, καὶ ἴσῃ ἀθῷος ἀπὸ τοῦ § ὁρκισμοῦ μου.

καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα Κύριε ὁ θεὸς τοῦ κυρίου μου Ἀβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἤν νῦν ἐγὼ πορεύομαι ἔ αὐτήν·

ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν πηγὴν τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ, καὶ ἱστᾶι ἡ παρθένος ᾗ ἄν Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,

καὶ εἴπῃ μοι Πίε σύ, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ ἢν ἡτοίμασεν Κύριος τῷ ἑαυτοῦ θεράπουτι Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ.

καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς ἐγένετο ἐξεπορεύετο συντελέσαι ὑδρίαν ἐπὶ τῶν ὤμων, καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ Πότισόν με.

καὶ σπεύσασα καθδῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν [*](¶ ℵ)βραχίονα αὐτῆς άφ᾿ ¶ ἑαυτῆς καὶ εἶπεν Πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ· καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.

καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα τίνος θυγάτηρ εἰ ; ἀνάγγειλόν μοι. ἡ δὲ ἴφη Θυγάτηρ Βαθουήλ εἰμι ἐφ’ τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας αεῖρας

καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ, καὶ εὐλόγησα Τύριον τὸν θεὸν τοῦ κυρίου μου Ἀβραάμ, ὅς εὐόδωσέν μοι ἐν ὁδῷ ἁληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.

εἰ οὖν ποιεῖτε ὑμεῖς ἕλεος κοὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστερόν.

ἀποκριθεὶς δὲ Λαβὰν καὶ Βαθουὴλ εἶπαν Παρὰ κυρίου ἐξῆλθεν τὸ πρόσταυμα τοῦτο· οὐ α οὖν σοι ἀντειπεῖν κακὸν καλῶ.

ἰδοὺ Ῥεβέκκα ἐνώπιόν , λαβὼν ἀπότρεχε· καὶ ἴστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ Κύριος.

ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν τὸν Ἀβραὰμ [*](ℵD 40 om ο θέο, ℵ D | ἐνάντιον μετα] με sup ras Aa 41 ἐκ] α]το ℵ | τὴν φυλὴν μου] τὴν ἐμὴν φ. D Ι om καὶ ° D 43 ἕστηκα] pr ras , ut vid litt Α* Ι τὴν πηγὴν] τῆς πηγῆς ℵDsil | καὶ αἰ θ.] αἰ ’δε θ. D | πολ. εξελευσουται] ς εξε sup ras Α 1 ’ ἔξελ’. ΑD] ἐκπορεύονται ℵ 44 πίε και συ ℵ και πίε D sil Ι τὼ θερ. αὐτοῦ ℵ 45 πρὸ του] πρὶν η D Ι om μου ℵ | ευθυς] καὶ ἴδου D | ωμων] + ἀύτης ℵ 46 om ἔπι ’τον βραχ. ℵ D| τὰς ° sup ras Α 1 47 τινος θυγ.] θυγ. τινος Dsil Ι om αναγγιλον μοι D | om eyw Dsil | περιέθηκα] α sup ras 2 litt A 1 | eTrt] πέρι Dsil 49 δεξιὰ η ἀριστερὰ D 50 καὶ Λαβαν D 51)

41
τῶν ῥημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.

καὶ ἐξενἐγκας [*](Α) ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ῥεβέκκᾳ, καὶ δῶρα ἔδωκεν τῷ ἀδελφῷ αὐτῆς καὶ τῆ̣ μητρὶ αὐτῆς.

καὶ ἔφαγον καὶ ἔπιον αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὄντες, καὶ ἑ ἐκοιμήθησαν. καὶ ἀναστὰς πρωὶ εἶπεν § Ἐεκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν [*](§ E) μου.

εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ Μεινάτω ἡ παρθένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.

ὁ δὲ εἶπεν πρὸς αὐτούς Μὴ κατέχετέ με, καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου· ἐκπέμψατέ με ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.

οἱ δὲ εἶπαν Καλέσωμεν τὴν παῖδα καὶ ἐπερωτήσωμεν τὸ στόμα αὐτῆς.

καὶ ἐκάλεσαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ Πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου ; καὶ εἶπεν Ποφεύσομαι.

καὶ ἐξέπεμψαν Ρρνῤλλσν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα σὐτῆς, καὶ τὸν παῖδα τὸν Ἀβραὰμ καὶ τοὺς μετ’ αὐτοῦ.

καὶ εὐλόγησαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ εἶπαν αὐτῇ Ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.