Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Καδὴς καὶ ἀνὰ μέσον Σούρ· καὶ παρῴκησεν ἐν Γεραροῖς.

εἶπεν δὲ Ἀβραὰμ περὶ Σἀρρας τῆς γυναικὸς αὐτοῦ ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μή ποτε αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι’ αὐτήν. ἀπέστειλεν βασιλεὺς Γεραρῶν καὶ ἔλαβεν τὴν Σάρραν.

καὶ εἰσῆλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν αὐτῷ Ἴδου σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες· αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί.’

Ἀβιμέλεχ [*](¶ D) δὲ οὐχ ἥψατο αὐτῆς, καὶ εἶπεν Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;

οὐκ αὐτός μοι εἶπεν Ἀδελφή μού ἐστιν; καὶ αὕτη Ἀδελφός μού ἐστιν • ἐν καθαρᾷ καρδίᾳ καὶ ἑ [*](30 om εφοβηθη......μετ αὐτοῦ 2° D (D vid) | κατοικησαι] οἰκῆσαι E | ωκη- σεν] ωκοδομησεν E 32 οὑν] καὶ D vid 33 om τὴν νύκτα ἐκείνην D ι] ὥ D 34 σπέρμα ἐκ του π. η. E 35 αυτων] αὐτὸν Ε* ἀυτῶν Ε b) | ηδει] eyvw D 38 ο υιος] ὑίος D si υἱὸν Ε XX 1 ἕως λίβα Ε 2 αβραμ D | om οτι 1° DE : 2°, DE | Γα|γαραρων E om σὺ E 5 ἀδελφὴ] pr ὅτι Ε | αδελΦος] pr ὅτι E)

32
[*](A) ἐποίησα τοῦτο.

εἶπεν δὲ αὐτῷ ὁ θεὸς καθ’ ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.

νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.

καὶ ὤρθρισεν Ἀβιμέλεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν· ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωπο·ι σφόδρα.

καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν ; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ; ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι.

εἶπεν δὲ Ἀριμέλεχ τῷ Ἀβραάμ Τί ἐνιδὼν ἐποίησας τοῦτο;

εἶπεν δὲ Ἀβραάμ Εἶπα γάρ Ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.

καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.

ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποίησον ἐπ’ ἐμέ· εἰς πάντα τόπον οὗ ἐὰν κεῖ· εἰπὸν ἐμὲ ὅτι Ἀδελλφός μού ἐστιν.

ἔλαβεν δὲ ία δίδραχμα, πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παι- [*](¶ Ε) δίσκας, καὶ ἔδωκεν τῷ Ἀβράμ· καὶ ἀπέδωκεν ¶ αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.

καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει.

τῇ δὲ Σάρρᾳ εἶπεν Ἴδου δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.

προσηύξατο δὲ Ἀβραάμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·

ὅτι συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἀβραάμ.