Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος τῷ Ἁβρἀμ Ἔξελθε ἐκ τῆς γῆς σου καὶ συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, εἰς τὴν γῆν ἢν ἄν δείξω.

καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός·

καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι οἱ φυλαὶ τῆς γῆς.

καὶ ἐπορεύθη Ἀβρὰμ καθάπερ κύριος, καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ· Ἀβρὰμ δὲ ἦν ἐτῶν πέντε ὅτε ἐξῆλθεν ἐκ Χαρράν.

καὶ ἔλαβεν Ἀβρὰμ τὴν Σάρα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὐπά αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχὴν ἢν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν καὶ ἦλθον εἰς γῆν Χανάαν.

καὶ διώδευσεν Ἁβρὰμ εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.

καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῶ.

καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ’ ἀνατολὰς Βαιθήλ, ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ἐν Βαιθὴλ κατὰ θάλασσαν καὶ κατ’ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου.

καὶ ἀπῆρεν Ἀβρὰμ ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρα γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ¶

ἔσται οὖν ὡς [*](¶ D) ἄν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστὶν αὐτή· καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται.

εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμί, ὅπως ἄν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου [*](31 πορευθηναd πορεύεσθαι D (....υεσθαι D) | εἰς τὴν γῆν] om τὴν E 32 Θάρρα (1°) D | ἔτη διακόσια πέντε D πέντε καὶ διακ. ἔτη Ε XII 1 τὴν γῆν] pr καὶ δεῦρο Ε (om AD) | ἀν’] ἔαν Ε 3 ἐνευλογηθήσονται D sil (και εν...D) E 4 μετ’ αυτου Λωτ] μέτα του Λ. D | πεντε και εβδ. ετων Ε 5 Σαραν DE | εξηλθοσαν] ἐξῆλθεν DE | om κα. ἦλθ’. εἰς γ. Χαν. | E | ηλθον] ἦλθεν D 6 βραμ] + τὴν γην D sil E | om εἰς τὸ μῆκος ἀυτὴ D 7 post ἀυτῶ 2° ras I lit Α 8 κάτα ανατ. D sil E bis | ἐν Βαιθηλ] om ἐν D | ἔπι ὀνόματι] τὸ ὄνομα Ε | post κυρίου ras 15 litt Α 11 om αὐτοῦ D * (adscr ‘quasi custodem’ D a) 12 εἰδῶσιν Ε | om ἐστιν Ε | ἀποκτείνουσιν Ε)

20
[*](Α) ἕνεκεν σοῦ.

ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβράμ εἰς Μrπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ ὅτι καλὴ ἦν σφόδρα,

καὶ ἴδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αm̓ὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ.

καὶ τῷ Ἁβρὰμ εὑ ἐχρήσαντο δι' αm̓ήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες κα παδσκαι, ἡμίονοι καὶ κάμηλοι.

καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σόρας τῆς γυναικὸς

καλέσας δὲ Φαραὼ τὸν Ἀβρὰμ εἶπεν Τί τοῦτο ἐποίησάς μοι, ὄτι οὐκ ἀπήηειλός μοι ὅτι γυνή σού ἐστιν;

ἵνα τί εἴπας ὅτι μού ἐστιν,. καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. κα νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε.

καὶ ἐνετείλατο Φαραὼ ἀωδράσιν περὶ Ἀβράμ, συνπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ.