Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ὁπόσα δὲ εἶναι τῶν Ἡφαίστου ποιηταί τε ᾄδουσι καὶ τῶν ἀνθρώπων ἠκολούθηκεν ἡ φήμη, τούτων, ὅτι μὴ τὸ Ἀγαμέμνονος σκῆπτρον, ἄλλο γε οὐδὲν ἀξιόχρεών ἐστιν ἐς πίστιν. Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσι κρατῆρα, ἀνάθημα εἶναι φάμενοι Τηλέφου καὶ ἔργον Ἡφαίστου· καὶ σφᾶς, ὥς γε εἰκός, λέληθε Θεόδωρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους.

Πατρεῖς δὲ οἱ Ἀχαιοὶ λόγῳ μὲν λέγουσιν ὅτι Ἡφαίστου ποίημά ἐστιν ἡ λάρναξ ἣν Εὐρύπυλος ἤνεγκεν ἐξ Ἰλίου, ἔργῳ δὲ οὐ παρέχουσιν αὐτὴν θεάσασθαι. ἔστι δὲ Ἀμαθοῦς ἐν Κύπρῳ πόλις, Ἀδώνιδος ἐν αὐτῇ καὶ Ἀφροδίτης ἱερόν ἐστιν ἀρχαῖον· ἀνακεῖσθαι δὲ ἐνταῦθα λέγουσιν ὅρμον Ἁρμονίᾳ μὲν δοθέντα ἐξ ἀρχῆς, καλούμενον δὲ Ἐριφύλης, ὅτι αὐτὴ δῶρον ἔλαβεν ἐπὶ τῷ ἀνδρί· ὃν ἀνέθεσαν μὲν οἱ παῖδες ἐς Δελφοὺς οἱ Φηγέως—τρόπον δὲ ὅντινα ἐκτήσαντο αὐτόν, ἐδήλωσεν ἤδη μοι τὰ ἐς Ἀρκάδας ἔχοντα—, ἐσυλήθη δὲ ὑπὸ τυράννων τῶν ἐν Φωκεῦσιν.

οὐ μὴν παρὰ Ἀμαθουσίοις γε ἐν τῷ ἱερῷ τοῦ Ἀδώνιδος ἐμοὶ δοκεῖν ἐστίν· ἐν Ἀμαθοῦντι μὲν γάρ ἐστι λίθοι χλωροὶ συνδέοντος χρυσοῦ σφᾶς ὁ ὅρμος, τὸν δὲ τῇ Ἐριφύλῃ δοθέντα Ὅμηρός φησιν ἐν Ὀδυσσείᾳ πεποιῆσθαι χρυσοῦ, καὶ οὕτως ἔχει·

  1. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
Hom. Od. 11.327

οὐ μὲν οὐδὲ ἠγνόει τοὺς ὅρμους τοὺς ποικίλους· ἐν μέν γε τοῖς Εὐμαίου λόγοις πρὸς Ὀδυσσέα, πρὶν ἢ ἐκ Πύλου Τηλέμαχον ἀφικέσθαι σφίσιν ἐπὶ τὴν αὐλήν, ἐν τούτοις τοῖς λόγοις ἐστὶν

  1. ἤλυθʼ ἀνὴρ πολύιδρις ἐμοῦ πρὸς δώματα πατρός
  2. χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο,
Hom. Od. 15.459

καὶ ἐν Πηνελόπης δώροις—ἄλλους τε γὰρ τῶν μνηστήρων δῶρα καὶ Εὐρύμαχον διδόντα Πηνελόπῃ πεποίηκεν—

  1. ὅρμον δʼ Εὐρύμαχος πολυδαίδαλον αὐτίκʼ ἔνεικε
  2. χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς·
Hom. Od. 18.295Ἐριφύλην δὲ οὐ χρυσῷ καὶ λίθοις ποικίλον δέξασθαί φησιν ὅρμον. οὕτω τὸ εἰκὸς τῷ σκήπτρῳ πρόσεστιν εἶναι μόνον ποίημα Ἡφαίστου.

ἔστι δὲ ὑπὲρ τὴν πόλιν κρημνὸς Πετραχὸς καλούμενος· Κρόνον δὲ ἐθέλουσιν ἐνταῦθα ἀπατηθῆναι δεξάμενον ἀντὶ Διὸς πέτρον παρὰ τῆς Ῥέας, καὶ ἄγαλμα Διὸς οὐ μέγα ἐστὶν ἐπὶ κορυφῇ τοῦ ὄρους.

ἐνταῦθα ἐν τῇ Χαιρωνείᾳ μύρα ἀπὸ ἀνθῶν ἕψουσι κρίνου καὶ ῥόδου καὶ ναρκίσσου καὶ ἴρεως· ταῦτα ἀλγηδόνων ἰάματα ἀνθρώποις γίνεται. τὸ δὲ ἐκ τῶν ῥόδων ποιούμενον, εἰ καὶ ἀγάλματα εἰργασμένα ξύλου χρίοις, ῥύεται καὶ ταῦτα σηπεδόνος. ἡ δὲ ἶρις φύεται μὲν ἐν ἕλεσι, μέγεθος δʼ ἐστὶν ἴση κρίνῳ, χρόαν δὲ οὐ λευκή, καὶ ὀσμὴν ἀποδεῖ κρίνου.