Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος· ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλων τε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκης τε ἐκαλεῖτο Φιλανδρίδου. Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς. χωρὶς γὰρ ἢ ὅσους αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαός τε καὶ ὁ παῖς τοῦ Ἀρκεσιλάου Λίχας.

Ξενάρκει μὲν δὴ καὶ ἐν Δελφοῖς καὶ ἐν Ἄργει τε ὑπῆρξε καὶ ἐν Κορίνθῳ προσανελέσθαι νίκας· Λυκῖνος δὲ ἀγαγὼν ἐς Ὀλυμπίαν πώλους, καὶ οὐ δοκιμασθέντος ἑνὸς ἐξ αὐτῶν, καθῆκεν ἐς τῶν ἵππων τὸν δρόμον τῶν τελείων τοὺς πώλους καὶ ἐνίκα διʼ αὐτῶν, ἀνέθηκε δὲ καὶ ἀνδριάντας δύο ἐς Ὀλυμπίαν, Μύρωνος τοῦ Ἀθηναίου ποιήματα. τῷ δὲ Ἀρκεσιλάῳ καὶ Λίχᾳ τῷ παιδί, τῷ μὲν αὐτῶν γεγόνασι δύο Ὀλυμπικαὶ νῖκαι, Λίχας δὲ εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων καθῆκεν ἐπὶ ὀνόματι τοῦ Θηβαίων δήμου τὸ ἅρμα, τὸν δὲ ἡνίοχον νικήσαντα ἀνέδησεν αὐτὸς ταινίᾳ· καὶ ἐπὶ τούτῳ μαστιγοῦσιν αὐτὸν οἱ Ἑλλανοδίκαι, καὶ διὰ τὸν Λίχαν τοῦτον ἡ κατὰ

Ἆγιν βασιλέα ἐπιστρατεία Λακεδαιμονίων ἐγένετο ἐπὶ Ἠλείους καὶ ἐντὸς τῆς Ἄλτεως μάχη. καταπαυσθέντος δὲ τοῦ πολέμου τὴν μὲν εἰκόνα ἐνταῦθα ἔστησε, τὰ δὲ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας καὶ γράμματα οὐ Λίχαν, Θηβαίων δὲ τὸν δῆμον ἔχει νενικηκότα.

τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως· ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι. τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρʼ αὐτῷ κεῖται διατετμημένος τε δίχα καὶ φαίνων τὸ ἧπαρ.

μαντικὴ δὲ ἡ μὲν διʼ ἐρίφων καὶ ἀρνῶν τε καὶ μόσχων ἐκ παλαιοῦ δήλη καθεστῶσά ἐστιν ἀνθρώποις, Κύπριοι δὲ ὡς καὶ ὑσὶν ἐπεξευρόντες ἔστι μαντεύεσθαι, κυσὶ δὲ οὐδένες ἐπί γε μαντικῆς νομίζουσιν οὐδὲν χρᾶσθαι· ἔοικεν οὖν ἰδίαν τινὰ ὁ Θρασύβουλος ἐπὶ σπλάγχνων μαντικὴν κυνείων καταστήσασθαι. οἱ δʼ Ἰαμίδαι καλούμενοι μάντεις γεγόνασιν ἀπὸ Ἰάμου· τὸν δὲ εἶναι παῖδα Ἀπόλλωνος καὶ λαβεῖν μαντικήν φησιν ἐν ᾄσματι Πίνδαρος.

παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένης τε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας. Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν· Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένος τε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.

τούτου μὲν δὴ Πολύκλειτος τὸν ἀνδριάντα εἰργάσατο, τὸν δὲ Τιμοσθένην Εὐτυχίδης Σικυώνιος παρὰ Λυσίππῳ δεδιδαγμένος· ὁ δὲ Εὐτυχίδης οὗτος καὶ Σύροις τοῖς ἐπὶ Ὀρόντῃ Τύχης ἐποίησεν ἄγαλμα, μεγάλας παρὰ τῶν ἐπιχωρίων ἔχον τιμάς.

ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον· ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη. τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.

ἐπίγραμμα δὲ τὸ ἐπὶ τῷ Σαμίῳ πύκτῃ τὸν ἀναθέντα μὲν ὅτι ὁ παιδοτρίβης εἴη Μύκων καὶ ὅτι Σάμιοι τὰ ἐς ἀθλητὰς καὶ ἐπὶ ναυμαχίαις εἰσὶν Ἰώνων ἄριστοι, τάδε μὲν λέγει τὸ ἐπίγραμμα, ἐς δὲ αὐτὸν τὸν πύκτην ἐσήμαινεν οὐδέν.

παρὰ δὲ Μεσσήνιος Δαμίσκος, ὃς δύο γεγονὼς ἔτη καὶ δέκα ἐνίκησεν ἐν Ὀλυμπίᾳ. θαῦμα δὲ εἴπερ ἄλλο τι καὶ τόδε ἐποιησάμην· Μεσσηνίους γὰρ ἐκ Πελοποννήσου φεύγοντας ἐπέλιπεν ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν. ὅτι γὰρ μὴ Λεοντίσκος καὶ Σύμμαχος τῶν ἐπὶ πορθμῷ Μεσσηνίων, ἄλλος γε οὐδεὶς Μεσσήνιος οὔτε Σικελιώτης οὔτʼ ἐκ Ναυπάκτου δῆλός ἐστιν Ὀλυμπίασιν ἀνῃρημένος νίκην· εἶναι δὲ οἱ Σικελιῶται καὶ τούτους τῶν ἀρχαίων Ζαγκλαίων καὶ οὐ Μεσσηνίους φασί.

συγκατῆλθε μέντοι Μεσσηνίοις ἐς Πελοπόννησον καὶ ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν· ἐνιαυτῷ γὰρ ὕστερον τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης ἀγόντων Ὀλύμπια Ἠλείων ἐνίκα στάδιον παῖδας ὁ Δαμίσκος οὗτος, καί οἱ καὶ πενταθλήσαντι ὕστερον ἐγένοντο ἐν Νεμέᾳ τε νῖκαι καὶ Ἰσθμοῖ.