Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἀφικομένῳ δὲ ἐς Ὀλυμπίαν ἐνταῦθα ἤδη τὸ ὕδωρ ἐστὶ τοῦ Ἀλφειοῦ πλήθει τε πολὺ ἰδόντι καὶ ἥδιστον, ἅτε ποταμῶν καὶ ἄλλων καὶ λόγου μάλιστα ἀξίων ἑπτὰ ἐς αὐτὸν ῥεόντων. διὰ Μεγάλης μέν γε πόλεως Ἑλισσὼν ἐρχόμενος ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Βρενθεάτης δὲ ἐκ τῆς Μεγαλοπολιτῶν γῆς, παρὰ δὲ Γόρτυναν ἔνθα ἱερὸν Ἀσκληπιοῦ, παρὰ δὴ ταῦτα Γορτύνιος ῥέων, ἐκ δὲ Μελαινεῶν Βουφάγος τῆς Μεγαλοπολίτιδος μεταξὺ καὶ Ἡραιίτιδος χώρας, ἐκ δὲ τῆς Κλειτορίων Λάδων, ἐκ δὲ Ἐρυμάνθου τοῦ ὄρους ὁμώνυμος τῷ ὄρει. οὗτοι μὲν ἐξ Ἀρκαδίας κατίασιν ἐς τὸν Ἀλφειόν, Κλάδεος δὲ ἐρχόμενος ἐκ τῆς Ἠλείας συμμίσγει οἱ τὸ ῥεῦμα· αὐτῷ δὲ ἐν τῇ Ἀρκάδων τῷ Ἀλφειῷ καὶ οὐχὶ ἐκ τῆς Ἠλείας εἰσὶν αἱ πηγαί.

λέγεται δὲ καὶ ἄλλα τοιάδε ἐς τὸν Ἀλφειόν, ὡς ἀνὴρ εἴη θηρευτής, ἐρασθῆναι δὲ αὐτὸν Ἀρεθούσης, κυνηγετεῖν δὲ καὶ ταύτην. καὶ Ἀρέθουσαν μὲν οὐκ ἀρεσκομένην γήμασθαι περαιωθῆναί φασιν ἐς νῆσον τὴν κατὰ Συρακούσας, καλουμένην δὲ Ὀρτυγίαν, καὶ ἐνταῦθα ἐξ ἀνθρώπου γενέσθαι πηγήν· συμβῆναι δὲ ὑπὸ τοῦ ἔρωτος καὶ Ἀλφειῷ τὴν ἀλλαγὴν ἐς τὸν ποταμόν.

ταῦτα μὲν λόγου τοῦ ἐς Ἀλφειὸν †ἐς τὴν Ὀρτυγίαν †· τὸ δὲ διὰ τῆς θαλάσσης ἰόντα ἐνταῦθα ἀνακοινοῦσθαι τὸ ὕδωρ πρὸς τὴν πηγὴν οὐκ ἔστιν ὅπως ἀπιστήσω, τὸν θεὸν ἐπιστάμενος τὸν ἐν Δελφοῖς ὁμολογοῦντά σφισιν, ὃς Ἀρχίαν τὸν Κορίνθιον ἐς τὸν Συρακουσῶν ἀποστέλλων οἰκισμὸν καὶ τάδε εἶπε τὰ ἔπη·

  1. Ὀρτυγίη τις κεῖται ἐν ἠεροειδέι πόντῳ,
  2. Θρινακίης καθύπερθεν, ἵνʼ Ἀλφειοῦ στόμα βλύζει.
  3. μισγόμενον πηγαῖσιν ἐυρρείτης Ἀρεθούσης.
κατὰ τοῦτο οὖν, ὅτι τῇ Ἀρεθούσῃ τοῦ Ἀλφειοῦ τὸ ὕδωρ μίσγεται, καὶ τοῦ ἔρωτος τὴν φήμην τῷ ποταμῷ πείθομαι γενέσθαι.

ὅσοι δὲ Ἑλλήνων ἢ Αἰγυπτίων ἐς Αἰθιοπίαν τὴν ὑπὲρ Συήνης καὶ ἐς Μερόην Αἰθιόπων πόλιν ἀναβεβήκασι, λέγουσιν οὗτοι τὸν Νεῖλον, ἐσιόντα ἐς λίμνην καὶ διʼ αὐτῆς διεξιόντα ὥσπερ ἐκ χέρσου, μετὰ τοῦτο ἤδη διʼ Αἰθιοπίας τῆς κάτω καὶ ἐς Αἴγυπτον ῥεύσαντα ἐπὶ Φάρον καὶ τὴν ταύτῃ θάλασσαν κατέρχεσθαι. ἐν δὲ τῇ γῇ ποταμὸν τῇ Ἑβραίων Ἰάρδανον καὶ αὐτὸς οἶδα λίμνην Τιβεριάδα ὀνομαζομένην διοδεύοντα, ἐς δὲ λίμνην ἑτέραν καλουμένην θάλασσαν Νεκράν, ἐς ταύτην ἐσιόντα καὶ ὑπὸ τῆς λίμνης αὐτὸν ἀναλούμενον.

ἡ δὲ θάλασσα ἡ Νεκρὰ πάσχει παντὶ ὕδατι ἄλλῳ τὰ ἐναντία· ἐν ᾗ γε τὰ μὲν ζῶντα πέφυκεν οὐ νηχόμενα ἐποχεῖσθαι, τὰ δὲ θνήσκοντα ἐς βυθὸν χωρεῖν. ταύτῃ ἄκαρπος καὶ ἰχθύων ἡ λίμνη· ἅτε ἀπὸ τοῦ φανερωτάτου κινδύνου ἐπὶ τὸ ὕδωρ ἀναφεύγουσιν ὀπίσω τὸ οἰκεῖον. τῷ δὲ Ἀλφειῷ τὸ αὐτὸ πάσχει καὶ ὕδωρ ἄλλο ἐν Ἰωνίᾳ· τούτου δὲ τοῦ ὕδατος πηγὴ μέν ἐστιν ἐν Μυκάλῃ τῷ ὄρει, διεξελθὸν δὲ θάλασσαν τὴν μεταξὺ ἄνεισιν αὖθις κατὰ Βραγχίδας πρὸς λιμένι ὀνομαζομένῳ Πανόρμῳ.

ταῦτα μὲν δὴ ἔχει τρόπον τὸν εἰρημένον· ἐς δὲ τὸν ἀγῶνα τὸν Ὀλυμπικὸν λέγουσιν Ἠλείων οἱ τὰ ἀρχαιότατα μνημονεύοντες Κρόνον τὴν ἐν οὐρανῷ σχεῖν βασιλείαν πρῶτον καὶ ἐν Ὀλυμπίᾳ ποιηθῆναι Κρόνῳ ναὸν ὑπὸ τῶν τότε ἀνθρώπων, οἳ ὠνομάζοντο χρυσοῦν γένος· Διὸς δὲ τεχθέντος ἐπιτρέψαι Ῥέαν τοῦ παιδὸς τὴν φρουρὰν τοῖς Ἰδαίοις Δακτύλοις, καλουμένοις δὲ τοῖς αὐτοῖς τούτοις καὶ Κούρησιν· ἀφικέσθαι δὲ αὐτοὺς ἐξ Ἴδης τῆς Κρητικῆς, πρὸς Ἡρακλέα καὶ Παιωναῖον καὶ Ἐπιμήδην καὶ Ἰάσιόν τε καὶ Ἴδαν·

τὸν δὲ Ἡρακλέα παίζοντα—εἶναι γὰρ δὴ αὐτὸν πρεσβύτατον ἡλικίᾳ—συμβαλεῖν τοὺς ἀδελφοὺς ἐς ἅμιλλαν δρόμου καὶ τὸν νικήσαντα ἐξ αὐτῶν κλάδῳ στεφανῶσαι κοτίνου· παρεῖναι δὲ αὐτοῖς πολὺν δή τι οὕτω τὸν κότινον ὡς τὰ χλωρὰ ἔτι τῶν φύλλων ὑπεστρῶσθαι σφᾶς καθεύδοντας. κομισθῆναι δὲ ἐκ τῆς Ὑπερβορέων γῆς τὸν κότινόν φασιν ὑπὸ τοῦ Ἡρακλέους ἐς Ἕλληνας, εἶναι δὲ ἀνθρώπους οἳ ὑπὲρ τὸν ἄνεμον οἰκοῦσι τὸν Βορέαν.

πρῶτος μὲν ἐν ὕμνῳ τῷ ἐς Ἀχαιίαν ἐποίησεν Ὠλὴν Λύκιος ἀφικέσθαι τὴν Ἀχαιίαν ἐς Δῆλον ἐκ τῶν Ὑπερβορέων τούτων· ἔπειτα δὲ ᾠδὴν Μελάνωπος Κυμαῖος ἐς Ὦπιν καὶ Ἑκαέργην ᾖσεν, ὡς ἐκ τῶν Ὑπερβορέων καὶ αὗται πρότερον ἔτι τῆς Ἀχαιίας ἀφίκοντο καὶ ἐς Δῆλον·

Ἀριστέας δὲ γὰρ ὁ Προκοννήσιος—μνήμην γὰρ ἐποιήσατο Ὑπερβορέων καὶ οὗτος—τάχα τι καὶ πλέον περὶ αὐτῶν πεπυσμένος ἂν εἴη παρὰ Ἰσσηδόνων, ἐς οὓς ἀφικέσθαι φησὶν ἐν τοῖς ἔπεσιν. Ἡρακλεῖ οὖν πρόσεστι τῷ Ἰδαίῳ δόξα τὸν τότε ἀγῶνα διαθεῖναι πρώτῳ καὶ Ὀλύμπια ὄνομα θέσθαι· διὰ πέμπτου οὖν ἔτους αὐτὸν κατεστήσατο ἄγεσθαι, ὅτι αὐτός τε καὶ οἱ ἀδελφοὶ πέντε ἦσαν ἀριθμόν.

Δία δὴ οἱ μὲν ἐνταῦθα παλαῖσαι καὶ αὐτῷ Κρόνῳ περὶ τῆς ἀρχῆς, οἱ δὲ ἐπὶ κατειργασμένῳ ἀγωνοθετῆσαί φασιν αὐτόν· νικῆσαι δὲ ἄλλοι τε λέγονται καὶ ὅτι Ἀπόλλων παραδράμοι μὲν ἐρίζοντα Ἑρμῆν, κρατήσαι δὲ Ἄρεως πυγμῇ. τούτου δὲ ἕνεκα καὶ τὸ αὔλημα τὸ Πυθικόν φασι τῷ πηδήματι ἐπεισαχθῆναι τῶν πεντάθλων, ὡς τὸ μὲν ἱερὸν τοῦ Ἀπόλλωνος τὸ αὔλημα ὄν, τὸν Ἀπόλλωνα δὲ ἀνῃρημένον Ὀλυμπικὰς νίκας.