Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τῆς χώρας δὲ ἐπὶ τῇ λάρνακι τῆς δευτέρας ἐξ ἀριστερῶν μὲν γίνοιτο ἂν ἡ ἀρχὴ τῆς περιόδου, πεποίηται δὲ γυνὴ παῖδα λευκὸν καθεύδοντα ἀνέχουσα τῇ δεξιᾷ χειρί, τῇ δὲ ἑτέρᾳ μέλανα ἔχει παῖδα καθεύδοντι ἐοικότα, ἀμφοτέρους διεστραμμένους τοὺς πόδας. δηλοῖ μὲν δὴ καὶ τὰ ἐπιγράμματα, συνεῖναι δὲ καὶ ἄνευ τῶν ἐπιγραμμάτων ἔστι Θάνατόν τε εἶναι σφᾶς καὶ Ὕπνον καὶ ἀμφοτέροις Νύκτα αὐτοῖς τροφόν.

γυνὴ δὲ εὐειδὴς γυναῖκα αἰσχρὰν κολάζουσα καὶ τῇ μὲν ἀπάγχουσα αὐτήν, τῇ δὲ ῥάβδῳ παίουσα, Δίκη ταῦτα Ἀδικίαν δρῶσά ἐστι· δύο δὲ ἄλλας γυναῖκας ἐς ὅλμους καθικνουμένας ὑπέροις, φάρμακα εἰδέναι σφᾶς νομίζουσιν, ἐπεὶ ἄλλως γε οὐδὲν ἐς αὐτάς ἐστιν ἐπίγραμμα. τὰ δὲ ἐς τὸν ἄνδρα τε καὶ γυναῖκα ἑπομένην αὐτῷ τὰ ἔπη δηλοῖ τὰ ἑξάμετρα· λέγει γὰρ δὴ οὕτως·

  1. Ἴδας Μάρπησσαν καλλίσφυρον, ἃν οἱ Ἀπόλλων
  2. ἅρπασε, τὰν Εὐανοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν.

χιτῶνα δὲ ἐνδεδυκὼς ἀνὴρ τῇ μὲν δεξιᾷ κύλικα, τῇ δὲ ἔχων ἐστὶν ὅρμον, λαμβάνεται δὲ αὐτῶν Ἀλκμήνη· πεποίηται δὲ ἐς τὸν λόγον τῶν Ἑλλήνων ὡς συγγένοιτο Ἀλκμήνῃ Ζεὺς Ἀμφιτρύωνι εἰκασθείς. Μενέλαος δὲ θώρακά τε ἐνδεδυκὼς καὶ ἔχων ξίφος ἔπεισιν Ἑλένην ἀποκτεῖναι, δῆλα ὡς ἁλισκομένης Ἰλίου. Μηδείας δὲ ἐπὶ θρόνου καθημένης Ἰάσων ἐν δεξιᾷ, τῇ δὲ Ἀφροδίτη παρέστηκε· γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτοῖς·

  1. Μήδειαν Ἰάσων γαμέει, κέλεται δʼ Ἀφροδίτα.

πεποίηνται δὲ καὶ ᾄδουσαι Μοῦσαι καὶ Ἀπόλλων ἐξάρχων τῆς ᾠδῆς, καί σφισιν ἐπίγραμμα γέγραπται·

  1. Λατοΐδας οὗτος τάχʼ ἄναξ ἑκάεργος Ἀπόλλων·
  2. Μοῦσαι δʼ ἀμφʼ αὐτόν, χαρίεις χορός, αἷσι κατάρχει.
Ἄτλας δὲ ἐπὶ μὲν τῶν ὤμων κατὰ τὰ λεγόμενα οὐρανόν τε ἀνέχει καὶ γῆν, φέρει δὲ καὶ τὰ Ἑσπερίδων μῆλα. ὅστις δέ ἐστιν ὁ ἀνὴρ ὁ ἔχων τὸ ξίφος καὶ ὁ ἐπὶ τὸν Ἄτλαντα ἐρχόμενος, ἰδίᾳ μὲν ἐπʼ αὐτῷ γεγραμμένον ἐστὶν οὐδέν, δῆλα δὲ ἐς ἅπαντας Ἡρακλέα εἶναι. γέγραπται δὲ καὶ ἐπὶ τούτοις·
  1. Ἄτλας οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει.

ἔστι δὲ καὶ Ἄρης ὅπλα ἐνδεδυκώς, Ἀφροδίτην ἄγων· ἐπίγραμμα δὲ Ἐνυάλιός ἐστιν αὐτῷ. πεποίηται δὲ καὶ Θέτις παρθένος, λαμβάνεται δὲ αὐτῆς Πηλεύς, καὶ ἀπὸ τῆς χειρὸς τῆς Θέτιδος ὄφις ἐπὶ τὸν Πηλέα ἐστὶν ὁρμῶν. αἱ δὲ ἀδελφαὶ Μεδούσης ἔχουσαι πτερὰ πετόμενον Περσέα εἰσὶ διώκουσαι· τὸ δὲ ὄνομα ἐπὶ τῷ Περσεῖ γέγραπται μόνῳ.

στρατιωτικὰ δὲ ἐπὶ τῇ τρίτῃ χώρᾳ τῆς λάρνακος· τὸ μὲν πολύ εἰσιν ἐν αὐτοῖς οἱ πεζοί, πεποίηνται δὲ καὶ ἐπὶ συνωρίδων ἱππεῖς. ἐπὶ δὲ τοῖς στρατιώταις ἔστιν εἰκάζειν συνιέναι μὲν σφᾶς ἐς μάχην, συνιέναι δὲ καὶ ἀσπασομένους τε καὶ ἀναγνωριοῦντας ἀλλήλους. λέγεται δὲ καὶ ἐς ἀμφότερα ὑπὸ τῶν ἐξηγητῶν, καὶ τοῖς μέν ἐστιν εἰρημένον Αἰτωλοὺς τοὺς μετὰ Ὀξύλου καὶ Ἠλείους εἶναι τοὺς ἀρχαίους, ἀπαντᾶν δὲ σφᾶς γένους τε μνήμῃ τοῦ ἐξ ἀρχῆς καὶ εὔνοιαν ἐνδεικνυμένους ἐς ἀλλήλους· οἱ δὲ συνιέναι φασὶν ἐς ἀγῶνα τὰ στρατιωτικά, Πυλίους δὲ εἶναι καὶ Ἀρκάδας παρά τε Φειὰν πόλιν καὶ ποταμὸν μαχουμένους Ἰάρδανον.

ταῦτα μὲν δὴ οὐδὲ ἀρχὴν ἀποδέξαιτο ἄν τις, ὡς ὁ τοῦ Κυψέλου πρόγονος Κορίνθιός τε ὢν καὶ τὴν λάρνακα αὑτῷ ποιούμενος κτῆμα, ὁπόσα μὲν Κορινθίοις ἦν ἐπιχώρια, ἑκὼν ὑπερέβαινεν, ἃ δὲ ξενικά τε καὶ οὐδὲ ἄλλως ἥκοντα ἐς δόξαν, ἐτεχνᾶτο ἐπὶ τῇ λάρνακι· αὐτῷ μέντοι παρίστατο ἐμοὶ ταῦτα εἰκάζειν. Κυψέλῳ καὶ τοῖς προγόνοις ἐκ τῶνδε Γονούσσης ἦν γένος ἐξ ἀρχῆς γονούσης τῆς ὑπὲρ Σικυῶνος, καὶ πρόγονός σφισιν ἦν Μέλας ὁ Ἀντάσου·

Μέλανα δὲ καὶ τὸν σὺν αὐτῷ στρατὸν κατὰ τὰ προειρημένα μοι καὶ ἐν τῇ Κορινθίᾳ συγγραφῇ οὐκ ἤθελεν Ἀλήτης συνοίκους δέξασθαι, γεγονός οἱ μάντευμα ἐκ Δελφῶν ὑφορώμενος, ἐς ὃ θεραπείᾳ τε τῇ πάσῃ χρώμενον καὶ Μέλανα καὶ ὁπότε ἀπελασθείη σὺν δεήσει ἐπανιόντα αὖθις ἐδέξατο καὶ ἄκων Ἀλήτης. τοῦτο τὸ στρατιωτικὸν τεκμαίροιτο ἄν τις τοὺς ἐπὶ τῇ λάρνακι εἰργασμένους εἶναι.