Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τοῦ περιβόλου δὲ τοῦ ἱεροῦ θέατρον ἔχεται θέας ἄξιον, ἐπαναβάντι δὲ ἐκ τοῦ περιβόλου Διονύσου δὲ ἄγαλμα ἐνταῦθα Κνιδίων ἐστὶν ἀνάθημα. στάδιον δέ σφισιν ἀνωτάτω τῆς πόλεως τοῦτό ἐστιν· ἐπεποίητο δὲ ἐκ τῆς πέτρας ὁποῖαι περὶ τὸν Παρνασσόν εἰσιν αἱ πολλαί, ἄχρις Ἀθηναῖος Ἡρώδης λίθῳ τῷ Πεντελῆσιν αὐτὸ μετεκόσμησεν. τὰ μὲν δὴ ἀνήκοντα ἐς συγγραφὴν τοσαῦτά τε καὶ τοιαῦτα κατʼ ἐμὲ ἦν τὰ δὲ λειπόμενα ἐν Δελφοῖς·

ἰόντι δὲ ἐκ Δελφῶν ἐπὶ τὰ ἄκρα τοῦ Παρνασσοῦ, σταδίοις μὲν ὅσον ἑξήκοντα ἀπωτέρω Δελφῶν ἐστιν ἄγαλμα χαλκοῦν, καὶ ῥᾴων εὐζώνῳ ἀνδρὶ ἢ ἡμιόνοις τε καὶ ἵπποις ἐπὶ τὸ ἄντρον ἐστὶν ἄνοδος τὸ Κωρύκιον. τούτῳ δὲ τῷ ἄντρῳ γενέσθαι τὸ ὄνομα ἀπὸ νύμφης Κωρυκίας ἐδήλωσα ὀλίγον τι ἔμπροσθεν· σπηλαίων δὲ ὧν εἶδον θέας ἄξιον μάλιστα ἐφαίνετο εἶναί μοι.

ὅσα μὲν γὰρ ἐπί τε αἰγιαλοῖς καὶ ἀγχιβαθεῖ τῇ θαλάσσῃ, τούτων μὲν οὐδὲ ἀριθμὸν ἄν τις ἐθέλων ἐξεύροι, ὀνομαστότατα δὲ ἔν τε Ἕλλησι καὶ ἐν γῇ τῇ βαρβάρων ἐστί· Φρύγες οἱ ἐπὶ ποταμῷ Πεγκέλᾳ, τὰ δὲ ἄνωθεν ἐξ Ἀρκαδίας καὶ Ἀζάνων ἐς ταύτην ἀφικόμενοι τὴν χώραν, δεικνύουσιν ἄντρον καλούμενον Στεῦνος περιφερές τε καὶ ὕψους ἔχον εὐπρεπῶς· Μητρὸς δέ ἐστιν ἱερόν, καὶ ἄγαλμα Μητρὸς πεποίηται.

Θεμισώνιον δὲ τὸ ὑπὲρ Λαοδικείας Φρύγες μὲν καὶ τοῦτο οἰκοῦσιν· ὅτε δὲ ὁ Γαλατῶν στρατὸς ἔφερε καὶ ἦγεν Ἰωνίαν καὶ Ἰωνίας τὰ ὅμορα, οἱ Θεμισωνεῖς φασιν αὑτοῖς Ἡρακλέα βοηθὸν καὶ Ἀπόλλωνα γενέσθαι καὶ Ἑρμῆν· τούτους γὰρ τοῖς τὰς ἀρχὰς ἔχουσιν ἄντρον τε διʼ ὀνειράτων δεῖξαι καὶ ἀποκρυφθῆναι Θεμισωνεῦσι καὶ γυναιξὶν αὐτῶν καὶ παισὶν ἐς τοῦτο προστάξαι τὸ ἄντρον.

καὶ ἐπὶ τούτῳ πρὸ τοῦ σπηλαίου σφίσιν ἀγάλματα οὐ μεγάλα ἐστὶν Ἡρακλέους καὶ Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, Σπηλαῗται καλούμενοι· τὸ δὲ ἀπέχει ὅσον τριάκοντα τοῦ ἄστεως σταδίους, ὕδατος δέ εἰσιν ἐν αὐτῷ πηγαί· οὔτε δὲ ἔσοδος ἐς αὐτὸ φέρει οὔτε ἐπὶ πολὺ ἡ αὐγὴ δίεισι τοῦ ἡλίου, τοῦ τε ὀρόφου τὰ πλείονα ἐγγυτάτω τοῦ ἐδάφους γίνεται.

ἔστι δὲ καὶ τοῖς ἐπὶ ποταμῷ Ληθαίῳ Μάγνησιν Αὐλαὶ καλούμενον χωρίον· ἐνταῦθα Ἀπόλλωνι ἀνεῖται σπήλαιον, μεγέθους μὲν εἵνεκα οὐ πολλοῦ θαύματος, τὸ δὲ ἄγαλμα τοῦ Ἀπόλλωνος τὰ μάλιστα ἀρχαῖον καὶ ἰσχὺν ἐπὶ ἔργῳ παρέχεται παντί· καὶ αὐτῷ ἄνδρες ἱεροὶ κατὰ κρημνῶν τε ἀποτόμων καὶ πετρῶν πηδῶσιν ὑψηλῶν καὶ ὑπερμήκη δένδρα ἐριπόντες ἐκ ῥιζῶν κατὰ τὰ στενώτατα τῶν ἀτραπῶν ὁμοῦ τοῖς ἄχθεσιν ὁδεύουσι.

τὸ δὲ ἄντρον τὸ Κωρύκιον μεγέθει τε ὑπερβάλλει τὰ εἰρημένα καὶ ἔστιν ἐπὶ πλεῖστον ὁδεῦσαι διʼ αὐτοῦ καὶ ἄνευ λαμπτήρων· ὅ τε ὄροφος ἐς αὔταρκες ἀπὸ τοῦ ἐδάφους ἀνέστηκε, καὶ ὕδωρ τὸ μὲν ἀνερχόμενον ἐκ πηγῶν, πλέον δὲ ἔτι ἀπὸ τοῦ ὀρόφου στάζει, ὥστε καὶ δῆλα ἐν τῷ ἐδάφει σταλαγμῶν τὰ ἴχνη διὰ παντός ἐστι τοῦ ἄντρου. ἱερὸν δὲ αὐτὸ οἱ περὶ τὸν Παρνασσὸν Κωρυκίων τε εἶναι Νυμφῶν καὶ Πανὸς μάλιστα ἥγηνται. ἀπὸ δὲ τοῦ Κωρυκίου χαλεπὸν ἤδη καὶ ἀνδρὶ εὐζώνῳ πρὸς τὰ ἄκρα ἀφικέσθαι τοῦ Παρνασσοῦ· τὰ δὲ νεφῶν τέ ἐστιν ἀνωτέρω τὰ ἄκρα καὶ αἱ Θυιάδες ἐπὶ τούτοις τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι μαίνονται.

Τιθορέα δὲ ἀπωτέρω Δελφῶν ὀγδοήκοντα ὡς εἰκάσαι σταδίοις ἐστὶ καὶ ἑκατὸν ἰόντι τὴν διὰ τοῦ Παρνασσοῦ· τὴν δὲ οὐ πάντα ὀρεινήν, ἀλλὰ καὶ ὀχήμασιν ἐπιτήδειον πλεόνων ἔτι ἐλέγετο εἶναι σταδίων. διάφορα ἐς τὸ ὄνομα οἶδα τῆς πόλεως Ἡροδότῳ τε εἰρημένα ἐν ἐπιστρατείᾳ τοῦ Μήδου καὶ Βάκιδι ἐν χρησμοῖς.

Βάκις μέν γε Τιθορέας τοὺς ἐνθάδε ἐκάλεσεν ἀνθρώπους· Ἡροδότου δὲ ὁ ἐς αὐτοὺς λόγος ἐπιόντος φησὶ τοῦ βαρβάρου τοὺς ἐνταῦθα οἰκοῦντας ἀναφυγεῖν ἐς τὴν κορυφήν, ὄνομα δὲ Νεῶνα μὲν τῇ πόλει, Τιθορέαν δὲ εἶναι τοῦ Παρνασσοῦ τῇ ἄκρᾳ. ἔοικεν οὖν ἀνὰ χρόνον πρῶτα μὲν δὴ τῇ ἁπάσῃ χώρᾳ, μετὰ δὲ ταῦτα, ἐπειδὴ ἀνῳκίσθησαν ἀπὸ τῶν κωμῶν, ἐκνικῆσαι καὶ ἐπὶ τῇ πόλει Τιθορέαν μηδὲ ἔτι Νεῶνα ὀνομάζεσθαι· Τιθορέᾳ δὲ οἱ ἐπιχώριοι τεθῆναί φασιν ἀπὸ Τιθορέας νύμφης, οἷαι τὸ ἀρχαῖον λόγῳ τῷ ποιητῶν ἐφύοντο ἀπό τε ἄλλων δένδρων καὶ μάλιστα ἀπὸ τῶν δρυῶν.

γενεᾷ δὲ ἤ με γενέσθαι μιᾷ πρότερον ἐς τὸ χεῖρον ἔτρεψεν ὁ δαίμων τὰ ἐν τῇ Τιθορέᾳ. θεάτρου μὲν δὴ καὶ κατασκευὴ καὶ περίβολός ἐστιν ἀγορᾶς ἀρχαιοτέρας· τὰ δὲ τῶν ἐν τῇ πόλει μάλιστα ἐς μνήμην ἥκοντα Ἀθηνᾶς ἐστιν ἄλσος καὶ ναός τε καὶ ἄγαλμα· καὶ ἐς μνήμην Ἀντιόπης μνῆμά ἐστι καὶ Φώκου. καί μοι τοῦ λόγου τὰ ἔχοντα ἐς Θηβαίους ἐδήλωσε μὲν ὡς ἡ Ἀντιόπη διʼ ὀργὴν ἐκ Διονύσου μανείη, καὶ κατὰ αἰτίαν ἥντινα ἐπεσπάσατο ἐκ τοῦ θεοῦ τὸ μήνιμα, ἐδήλωσε δὲ καὶ ὡς ἐρασθέντι Φώκῳ

τῷ Ὀρνυτίωνος συνῴκησε καὶ τέθαπται ὁμοῦ τῷ Φώκῳ, καὶ Βάκιδι ὁποῖά ἐστι τῷ χρησμολόγῳ κοινὰ ἐς τοῦτον τὸν τάφον καὶ ἐς τὸν Ζήθου τε ἐν Θήβαις καὶ Ἀμφίονος. τὰ μὲν δὴ ἐς συγγραφὴν τῶν ἐν τῷ πολίσματι ὅτι μὴ τὰ εἰρημένα ἄλλο ἦν οὐδέν, ποταμὸς δὲ παρὰ τῶν Τιθορέων ῥέων τὴν πόλιν ποτόν σφισι γίνεται καταβαίνουσί τε ἐπὶ τὴν ὄχθην καὶ ἀρυομένοις τὸ ὕδωρ· ὄνομα δέ ἐστιν αὐτῷ Καχάλης.

σταδίοις δὲ ἀπωτέρω Τιθορέας ἑβδομήκοντα ναός ἐστιν Ἀσκληπιοῦ, καλεῖται δὲ Ἀρχαγέτας· τιμὰς δὲ παρὰ αὐτῶν ἔχει Τιθορέων καὶ ἐπʼ ἴσης παρὰ Φωκέων τῶν ἄλλων. ἐντὸς μὲν δὴ τοῦ περιβόλου τοῖς τε ἱκέταις καὶ ὅσοι τοῦ θεοῦ δοῦλοι, τούτοις μὲν ἐνταῦθά εἰσι καὶ οἰκήσεις· ἐν μέσῳ δὲ ὅ τε ναὸς καὶ ἄγαλμα λίθου πεποιημένον, γένεια ἔχον μέγεθος καὶ ὑπὲρ δύο πόδας· κλίνη δὲ ἐν δεξιᾷ κεῖται τοῦ ἀγάλματος, θύειν δὲ αὐτῷ τὰ πάντα ὁμοίως νομίζουσι πλὴν αἰγῶν.

τοῦ δὲ Ἀσκληπιοῦ περὶ τεσσαράκοντα ἀπέχει σταδίους περίβολος καὶ ἄδυτον ἱερὸν Ἴσιδος, ἁγιώτατον ὁπόσα Ἕλληνες θεῷ τῇ Αἰγυπτίᾳ πεποίηνται· οὔτε γὰρ περιοικεῖν ἐνταῦθα οἱ Τιθορεεῖς νομίζουσιν οὔτε ἔσοδος ἐς τὸ ἄδυτον ἄλλοις γε ἢ ἐκείνοις ἐστὶν οὓς ἂν αὐτὴ προτιμήσασα ἡ Ἶσις καλέσῃ σφᾶς διʼ ἐνυπνίων. τὸ δὲ αὐτὸ καὶ ἐν ταῖς ὑπὲρ Μαιάνδρου πόλεσι θεοὶ ποιοῦσιν οἱ καταχθόνιοι· οὓς γὰρ ἂν ἐς τὰ ἄδυτα ἐσιέναι θελήσωσιν, ἀποστέλλουσιν αὐτοῖς ὀνειράτων ὄψεις.

ἐν δὲ τῇ Τιθορέων καὶ δὶς ἑκάστου τοῦ ἔτους τῇ Ἴσιδι πανήγυριν ἄγουσι, τὴν μὲν τῷ ἦρι, τὴν δὲ μετοπωρινήν· τρίτῃ δὲ ἡμέρᾳ πρότερον κατὰ ἑκατέραν τῶν πανηγύρεων, ὅσοις ἐστὶν ἐσελθεῖν ἄδεια, τὸ ἄδυτον ἐκκαθαίρουσι τρόπον τινὰ ἀπόρρητον, καὶ δὴ καὶ τῶν ἱερείων ἃ ἐπὶ τῆς προτέρας ἐνεβλήθη πανηγύρεως, τούτων ὁπόσα ἂν ὑπολειπόμενα εὕρωσι κομίζουσιν ἐς τὸ αὐτὸ ἀεὶ χωρίον καὶ κατορύσσουσιν ἐνταῦθα· δύο τε ἀπὸ τοῦ ἀδύτου στάδια ἐτεκμαιρόμεθα ἐς τοῦτο εἶναι τὸ χωρίον.

ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ τοσαῦτα περὶ τὸ ἱερὸν δρῶσι, τῇ δὲ ἐπιούσῃ σκηνὰς οἱ καπηλεύοντες ποιοῦνται καλάμου τε καὶ ἄλλης ὕλης αὐτοσχεδίου· τῇ τελευταίᾳ δὲ τῶν τριῶν πανηγυρίζουσι πιπράσκοντες καὶ ἀνδράποδα καὶ κτήνη τὰ πάντα, ἔτι δὲ ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσόν·

μετὰ δὲ μεσοῦσαν τὴν ἡμέραν τρέπονται πρὸς θυσίαν. θύουσι δὲ καὶ βοῦς καὶ ἐλάφους οἱ εὐδαιμονέστεροι, ὅσοι δέ εἰσιν ἀποδέοντες πλούτῳ, καὶ χῆνας καὶ ὄρνιθας τὰς μελεαγρίδας· οἰσὶ δὲ ἐς τὴν θυσίαν οὐ νομίζουσιν οὐδὲ ὑσὶ χρῆσθαι καὶ αἰξίν. ὅσοις μὲν δὴ καθαγίσασι τὰ ἱερεῖα ἐς τὸ ἄδυτον ἀποστεῖλαι πεποιημένους ἀρχήν, καθελίξαι δεῖ σφᾶς τὰ ἱερεῖα λίνου τελαμῶσιν ἢ βύσσου· τρόπος δὲ τῆς σκευασίας ἐστὶν ὁ Αἰγύπτιος.

πομπεύει τε δὴ πάντα ὅσα ἔθυσαν καὶ οἱ μὲν ἐς τὸ ἄδυτον τὰ ἱερεῖα ἐσπέμπουσιν, οἱ δὲ ἔμπροσθε τοῦ ἀδύτου καθαγίζουσι τὰς σκηνὰς καὶ ἀποχωροῦσιν αὐτοὶ σπουδῇ. καί φασί ποτε ἄνθρωπον οὐ τῶν καταβαινόντων ἐς τὸ ἄδυτον, βέβηλον δέ, ἡνίκα ἤρχετο ἡ πυρὰ καίεσθαι, τηνικαῦτα ἐσελθεῖν ἐς τὸ ἄδυτον ὑπὸ πολυπραγμοσύνης τε καὶ τόλμης· καί οἱ πάντα ἀνάπλεα εἰδώλων φαίνεσθαι, καὶ ἀναστρέψαι μὲν αὐτὸν ἐς τὴν Τιθορέαν, διηγησάμενον δὲ ἃ ἐθεάσατο ἀφεῖναι τὴν ψυχήν.

ἐοικότα δὲ ἀνδρὸς ἤκουσα Φοίνικος, ἄγειν τῇ Ἴσιδι Αἰγυπτίους τὴν ἑορτήν, ὅτε αὐτὴν τὸν Ὄσιριν πενθεῖν λέγουσι· τηνικαῦτα δὲ καὶ ὁ Νεῖλος ἀναβαίνειν σφίσιν ἄρχεται, καὶ τῶν ἐπιχωρίων πολλοῖς ἐστιν εἰρημένα ὡς τὰ αὔξοντα τὸν ποταμὸν καὶ ἄρδειν τὰς ἀρούρας ποιοῦντα δάκρυά ἐστι τῆς Ἴσιδος. τότε οὖν τὸν Ῥωμαῖον, ὃς ἐπετέτραπτο Αἴγυπτον, ἄνδρα ἔφη χρήμασιν ἀναπείσαντα ἐς τὸ ἄδυτον καταπέμψαι τῆς Ἴσιδος τὸ ἐν Κόπτῳ· καὶ ὁ ἐσπεμφθεὶς ἀνέστρεψε μὲν ἐκ τοῦ ἀδύτου, διηγησάμενον δὲ ὁπόσα ἐθεάσατο καὶ τοῦτον αὐτίκα ἐπυνθανόμην τελευτῆσαι. τὸ ἔπος οὖν ἀληθεύειν ἔοικε τὸ Ὁμήρου, σὺν οὐδενὶ αἰσίῳ τοὺς θεοὺς τῷ γένει τῶν ἀνθρώπων ἐναργῶς ὁρᾶσθαι.

τὸ δὲ ἔλαιον τὸ ἐν τῇ Τιθορέων ἀποδεῖ μὲν πλήθει τοῦ τε Ἀττικοῦ καὶ τοῦ Σικυωνίου, χρόᾳ δὲ ὑπερβάλλει καὶ ἡδονῇ τὸ Ἰβηρικὸν καὶ τὸ ἐκ τῆς νήσου τῆς Ἰστρίας· καὶ μύρα τε ἀπʼ αὐτοῦ παντοῖα ἑψοῦσι καὶ τὸ ἔλαιον ὡς βασιλέα ἄγουσιν.